호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς ἠλᾶτ ἀθύρων:? ὡς δ ἀπηνδρώθη δέμας, Δελφοί σφ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ ταμίαν τε πάντων πιστόν, ἐν δ ἀνακτόροις θεοῦ καταζῇ δεῦρ ἀεὶ σεμνὸν βίον. Κρέουσα δ ἡ τεκοῦσα τὸν νεανίαν Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδ ὕπο: ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις, οἳ γῆν ἔχους Εὐβοῖδα, πολέμιος κλύδων: ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ γάμων Κρεούσης ἀξίωμ ἐδέξατο, οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη ἄτεκνός ἐστι, καὶ Κρέους: ὧν οὕνεκα ἥκουσι πρὸς μαντεῖ Ἀπόλλωνος τάδε ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην ἐς τοῦτ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ. δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου κρυπτοὶ γένωνται παῖς τ ἔχῃ τὰ πρόσφορα. Ιὤνα δ αὐτόν, κτίστορ Ἀσιάδος χθονός, ὄνομα κεκλῆσθαι θήσεται καθ Ἑλλάδα. ἀλλ ἐς δαφνώδη γύαλα βήσομαι τάδε, τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι. ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον τόνδ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα δάφνης κλάδοισιν. ὄνομα δ, οὗ μέλλει τυχεῖν, Ιὤν ἐγώ <νιν> πρῶτος ὀνομάζω θεῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기