- 텍스트

Euripides, Ion, episode 2:

(에우리피데스, Ion, episode 2:)

ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις, τῆς χρυσολόγχου Παλλάδος κεκλημένη, οὗ παῖδ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας Παλλάδος ὑπ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.? Λοξίᾳ δ ἐγὼ χάριν πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι τίθημι ναοῦ τοῦδ, ἀναπτύξας κύτος ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθ ὁ παῖς. ἀγνὼς δὲ πατρί - τῷ θεῷ γὰρ ἦν φίλον - γαστρὸς διήνεγκ ὄγκον. ὡς δ ἦλθεν χρόνος, τεκοῦς ἐν οἴκοις παῖδ ἀπήνεγκεν βρέφος ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ, προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη φρουρὼ παραζεύξασα φύλακε σώματος δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι δίδωσι σῴζειν: ὅθεν Ἐρεχθείδαις ἐκεῖ νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις τρέφειν τέκνα. ἀλλ ἣν εἶχε παρθένος χλιδὴν τέκνῳ προσάψας ἔλιπεν ὡς θανουμένῳ. κἄμ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε: ὦ σύγγον, ἐλθὼν λαὸν εἰς αὐτόχθονα κλεινῶν Ἀθηνῶν - οἶσθα γὰρ θεᾶς πόλιν - λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας αὐτῷ σὺν ἄγγει σπαργάνοισί θ οἷς ἔχει ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια, καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν. τὰ δ ἄλλ - ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς - ἡμῖν μελήσει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION