호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἄτλας, ὁ χαλκέοισι νώτοις οὐρανὸν θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν μιᾶς ἔφυσε Μαῖαν, ἣ μ ἐγείνατο Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.? ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵν ὀμφαλὸν μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς τά τ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί. ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις, τῆς χρυσολόγχου Παλλάδος κεκλημένη, οὗ παῖδ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας Παλλάδος ὑπ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
Λοξίᾳ δ ἐγὼ χάριν πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι τίθημι ναοῦ τοῦδ, ἀναπτύξας κύτος ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθ ὁ παῖς. ἀγνὼς δὲ πατρί - τῷ θεῷ γὰρ ἦν φίλον - γαστρὸς διήνεγκ ὄγκον. ὡς δ ἦλθεν χρόνος, τεκοῦς ἐν οἴκοις παῖδ ἀπήνεγκεν βρέφος ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ, προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη φρουρὼ παραζεύξασα φύλακε σώματος δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι δίδωσι σῴζειν: ὅθεν Ἐρεχθείδαις ἐκεῖ νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις τρέφειν τέκνα. ἀλλ ἣν εἶχε παρθένος χλιδὴν τέκνῳ προσάψας ἔλιπεν ὡς θανουμένῳ. κἄμ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε: ὦ σύγγον, ἐλθὼν λαὸν εἰς αὐτόχθονα κλεινῶν Ἀθηνῶν - οἶσθα γὰρ θεᾶς πόλιν - λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας αὐτῷ σὺν ἄγγει σπαργάνοισί θ οἷς ἔχει ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια, καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν. τὰ δ ἄλλ - ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς - ἡμῖν μελήσει. κυρεῖ δ ἅμ ἱππεύοντος ἡλίου κύκλῳ προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ:
ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ ἐθαύμας εἴ τις Δελφίδων τλαίη κόρη λαθραῖον ὠδῖν ἐς θεοῦ ῥῖψαι δόμον, ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν: οἴκτῳ δ ἀφῆκεν ὠμότητα - καὶ θεὸς συνεργὸς ἦν τῷ παιδὶ μὴ κπεσεῖν δόμων - τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρ ἧς ἔφυ, ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται. νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς ἠλᾶτ ἀθύρων:
ὡς δ ἀπηνδρώθη δέμας, Δελφοί σφ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ ταμίαν τε πάντων πιστόν, ἐν δ ἀνακτόροις θεοῦ καταζῇ δεῦρ ἀεὶ σεμνὸν βίον. Κρέουσα δ ἡ τεκοῦσα τὸν νεανίαν Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδ ὕπο: ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις, οἳ γῆν ἔχους Εὐβοῖδα, πολέμιος κλύδων: ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ γάμων Κρεούσης ἀξίωμ ἐδέξατο, οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη ἄτεκνός ἐστι, καὶ Κρέους: ὧν οὕνεκα ἥκουσι πρὸς μαντεῖ Ἀπόλλωνος τάδε ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην ἐς τοῦτ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ. δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου κρυπτοὶ γένωνται παῖς τ ἔχῃ τὰ πρόσφορα. Ιὤνα δ αὐτόν, κτίστορ Ἀσιάδος χθονός, ὄνομα κεκλῆσθαι θήσεται καθ Ἑλλάδα. ἀλλ ἐς δαφνώδη γύαλα βήσομαι τάδε, τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι. ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον τόνδ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα δάφνης κλάδοισιν. ὄνομα δ, οὗ μέλλει τυχεῖν, Ιὤν ἐγώ <νιν> πρῶτος ὀνομάζω θεῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기