호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς, κείρασθε, συμπενθήσατ, ἔλθετ ἐς τάφον παίδων:? ἅπαντας δ ἑνὶ λόγῳ πενθήσετε νεκρούς τε κἀμέ: πάντες ἐξολώλαμεν Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ. ἀνίστας, ὦ δύστηνε: δακρύων δ ἅλις. οὐκ ἂν δυναίμην: ἄρθρα γὰρ πέπηγέ μου. καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι. φεῦ: αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν. παῦσαι: δίδου δὲ χεῖρ ὑπηρέτῃ φίλῳ. ἀλλ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις. ἔκμασσε, φείδου μηδέν: οὐκ ἀναίνομαι. παίδων στερηθεὶς παῖδ ὅπως ἔχω ς ἐμόν. δίδου δέρῃ σὴν χεῖρ, ὁδηγήσω δ ἐγώ. ζεῦγός γε φίλιον: ἅτερος δὲ δυστυχής. ὦ πρέσβυ, τοιόνδ ἄνδρα χρὴ κτᾶσθαι φίλον. ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος. Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα. ὡς δὴ τί· φίλτρον τοῦτ ἔχων ῥᾴων ἔσῃ· ποθῶ: πατρός τε στέρνα προσθέσθαι θέλω. ἰδοὺ τάδ, ὦ παῖ: τἀμὰ γὰρ σπεύδεις φίλα. οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις· ἅπαντ ἐλάσσω κεῖνα τῶνδ ἔτλην κακά. εἴ ς ὄψεταί τις θῆλυν ὄντ, οὐκ αἰνέσει. ζῶ σοι ταπεινός· ἀλλὰ πρόσθεν οὐ δοκῶ. ἄγαν γ: ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν. σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν· ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ. πῶς οὖν ἔτ εἴπης ὅτι συνέσταλμαι κακοῖς· πρόβαινε. χαῖρ, ὦ πρέσβυ. καὶ σύ μοι, τέκνον. θάφθ ὥσπερ εἶπον παῖδας. ἐμὲ δὲ τίς, τέκνον· ἐγώ. πότ ἐλθών· ἡνίκ ἂν θάψῃς τέκνα. πῶς· εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο. ἀλλ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ: ἡμεῖς δ ἀναλώσαντες αἰσχύναις δόμον, Θησεῖ πανώλεις ἑψόμεσθ ἐφολκίδες. ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기