호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμοι:? πάρεργα <μὲν> τάδ ἔστ ἐμῶν κακῶν, ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ ἃ μὴ θέμις στέργειν νομίζω, δεσμά τ ἐξάπτειν χεροῖν οὔτ ἠξίωσα πώποτ οὔτε πείσομαι, οὐδ ἄλλον ἄλλου δεσπότην πεφυκέναι. δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ ὀρθῶς θεός, οὐδενός: ἀοιδῶν οἵδε δύστηνοι λόγοι. ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν, μὴ δειλίαν ὄφλω τιν ἐκλιπὼν φάος: ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται, οὐδ ἀνδρὸς ἂν δύναιθ ὑποστῆναι βέλος. ἐγκαρτερήσω βίοτον: εἶμι δ ἐς πόλιν τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω. ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην: ὧν οὔτ ἀπεῖπον οὐδέν οὔτ ἀπ ὀμμάτων ἔσταξα πηγάς, οὐδ ἂν ᾠόμην ποτὲ ἐς τοῦθ ἱκέσθαι, δάκρυ ἀπ ὀμμάτων βαλεῖν: νῦν δ, ὡς ἐοίκε, τῇ τύχῃ δουλευτέον. εἰε῟ν: γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς, ὁρᾷς δὲ παίδων ὄντα μ αὐθέντην ἐμῶν: δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς δακρύοισι τιμῶν - ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος - πρὸς στέρν ἐρείσας μητρὶ δούς τ ἐς ἀγκάλας, κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας διώλες ἄκων. γῇ δ ἐπὴν κρύψῃς νεκρούς, οἴκει πόλιν τήνδ, ἀθλίως μέν, ἀλλ ὅμως ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά. ὦ τέκν, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ ἀπώλες, οὐδ ὤνασθε τῶν ἐμῶν καλῶν, ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν. σέ τ οὐχ ὁμοίως, ὦ τάλαιν, ἀπώλεσα ὥσπερ σὺ τἀμὰ λέκτρ ἔσῳζες ἀσφαλῶς, μακρὰς διαντλοῦς ἐν δόμοις οἰκουρίας. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ ἐμοῦ, ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι τέκνων γυναικός τ: ὦ λυγραὶ φιλημάτων τέρψεις, λυγραὶ δὲ τῶνδ ὅπλων κοινωνίαι. ἀμηχανῶ γὰρ πότερ ἔχω τάδ ἢ μεθῶ, ἃ πλευρὰ τἀμὰ προσπίτνοντ ἐρεῖ τάδε: Ἡμῖν τέκν εἷλες καὶ δάμαρθ: ἡμᾶς ἔχεις παιδοκτόνους σούς. εἶτ ἐγὼ τάδ ὠλέναις οἴσω· τί φάσκων· ἀλλὰ γυμνωθεὶς ὅπλων, ξὺν οἷς τὰ κάλλιστ ἐξέπραξ ἐν Ἑλλάδι, ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω· οὐ λειπτέον τάδ, ἀθλίως δὲ σῳστέον. ἕν μοί τι, Θησεῦ, σύγκαμ: ἀθλίου κυνὸς κόμιστρ ἐς Ἄργος συγκατάστησον μολών, λύπῃ τι παίδων μὴ πάθω μονούμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기