- 텍스트

Euripides, Heracles, episode, lyric 3:

(에우리피데스, Heracles, episode, lyric 3:)

ἐς τοῦτο δ ἥξειν συμφορᾶς οἶμαί ποτε:? φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον Ἰξίον ἐν δεσμοῖσιν ἐκμιμήσομαι. καὶ ταῦτ ἄριστα μηδέν Ἑλλήνων μ ὁρᾶν, ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι. τί δῆτά με ζῆν δεῖ· τί κέρδος ἕξομεν βίον γ ἀχρεῖον ἀνόσιον κεκτημένοι· χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ κρόους Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα. ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο, ἄνδρ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις ἄνω κάτω στρέψασα. - τοιαύτῃ θεῷ τίς ἂν προσεύχοιθ· ἣ γυναικὸς οὕνεκα λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας Ἑλλάδος ἀπώλες οὐδὲν ὄντας αἰτίους. οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε ἢ τῆς Διὸς δάμαρτος: εὖ τόδ αἰσθάνῃ. . . . . . . . παραινέσαιμ ἂν μᾶλλον ἢ πάσχειν κακῶς. οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος, οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. οὐ λέκτρ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος, συνῆψαν· οὐ δεσμοῖσι διὰ τυραννίδας πατέρας ἐκηλίδωσαν· ἀλλ οἰκοῦς ὅμως Ὄλυμπον ἠνέσχοντό θ ἡμαρτηκότες. καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή· Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν, ἕπου δ ἅμ ἡμῖν πρὸς πόλισμα Παλλάδος. ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος, δόμους τε δώσω χρημάτων τ ἐμῶν μέρος. ἃ δ ἐκ πολιτῶν δῶρ ἔχω σώσας κόρους δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών, σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς τεμένη δέδασται: ταῦτ ἐπωνομασμένα σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται ζῶντος: θανόντα δ, εὖτ ἂν εἰς Αἵδου μόλῃς, θυσίαισι λαΐνοισί τ ἐξογκώμασι τίμιον ἀνάξει πᾶς Ἀθηναίων πόλις. καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο ἄνδρ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν. κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας τήνδ ἀντιδώσω: νῦν γὰρ εἶ χρεῖος φίλων. θεοὶ δ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων: ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION