- 텍스트

Euripides, Heracles, episode, lyric 2:

(에우리피데스, Heracles, episode, lyric 2:)

ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις πρὸς νουθετήσεις σάς:? ἀναπτύξω δέ σοι ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν. πρῶτον μὲν ἐκ τοῦδ ἐγενόμην, ὅστις κτανὼν μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ. ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους. Ζεὺς δ - ὅστις ὁ Ζεύς - πολέμιόν μ ἐγείνατο Ἥρᾳ - σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον: πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ: ἔτ ἐν γάλακτί τ ὄντι γοργωποὺς ὄφεις ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα. ἐπεὶ δὲ σαρκὸς περιβόλαι ἐκτησάμην ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν· ποίους ποτ ἢ λέοντας ἢ τρισωμάτους Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα· τήν τ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα ὕδραν φονεύσας μυρίων τ ἄλλων πόνων διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην, Αἵδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος ὅπως πορεύσαιμ ἐντολαῖς Εὐρυσθέως. τὸν λοίσθιον δὲ τόνδ ἔτλην τάλας πόνον, παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς. ἥκω δ ἀνάγκης ἐς τόδ: οὔτ ἐμαῖς φίλαις Θήβαις ἐνοικεῖν ὅσιον: ἢν δὲ καὶ μένω, ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων εἶμ· οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω. ἀλλ Ἄργος ἔλθω· πῶς, ἐπεὶ φεύγω πάτραν· φέρ ἀλλ ἐς ἄλλην δή τιν ὁρμήσω πόλιν· κἄπειθ ὑποβλεπώμεθ ὡς ἐγνωσμένοι, γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι: Οὐχ οὗτος ὁ Διός, ὃς τέκν ἔκτεινέν ποτε δάμαρτά τ· οὐ γῆς τῆσδ ἀποφθαρήσεται· κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ αἱ μεταβολαὶ λυπηρόν: ᾧ δ ἀεὶ κακῶς ἔστ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION