호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰε῟ν:? σὲ τὸν θάσσοντα δυστήνους ἕδρας αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν. οὐδεὶς σκότος γὰρ ὧδ ἔχει μέλαν νέφος, ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν. τί μοι προσείων χεῖρα σημαίνεις φόνον· ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων· οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς: καὶ γάρ ποτ εὐτύχησα. ἐκεῖς ἀνοιστέον, ὅτ ἐξέσῳσάς μ ἐς φάος νεκρῶν πάρα. χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων, καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει, συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ. ἀνίστας, ἐκκάλυψον ἄθλιον κάρα, βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν, φέρει τά γ ἐκ θεῶν πτώματ οὐδ ἀναίνεται. Θησεῦ, δέδορκας τόνδ ἀγῶν ἐμῶν τέκνων· ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά. τί δῆτά μου κρᾶτ ἀνεκάλυψας ἡλίῳ· τί δ· οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν. φεῦγ, ὦ ταλαίπωρ, ἀνόσιον μίασμ ἐμόν. οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων. ἐπῄνες: εὖ δράσας δέ ς οὐκ ἀναίνομαι. ἐγὼ δὲ πάσχων εὖ τότ οἰκτίρω σε νῦν. οἰκτρὸς γάρ εἰμι τἄμ ἀποκτείνας τέκνα. κλαίω χάριν σὴν ἐφ ἑτέραισι συμφοραῖς. ηὑρ῀ες δέ γ ἄλλους ἐν κακοῖσι μείζοσιν· ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ. τοιγὰρ παρεσκευάσμεθ ὥστε κατθανεῖν. δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν· αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ. ἴσχε στόμ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς. γέμω κακῶν δή, κοὐκέτ ἔσθ ὅπῃ τεθῇ. δράσεις δὲ δὴ τί· ποῖ φέρῃ θυμούμενος· θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο. εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους. σὺ δ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς. ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε· οὐκ οὖν τοσαῦτά γ, εἰ μέτρῳ μοχθητέον. εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος· οἱ δ οὐδὲν ὠφελοῦσί μ, ἀλλ Ἥρα κρατεῖ. οὐκ ἄν <ς> ἀνάσχοιθ Ἑλλὰς ἀμαθίᾳ θανεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기