- 텍스트

Euripides, Heracles, episode, lyric 2:

(에우리피데스, Heracles, episode, lyric 2:)

ἰδού, θέασαι τάδε τέκνων πεσήματα.? οἴμοι: τίν ὄψιν τήνδε δέρκομαι τάλας· ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις. τί πόλεμον εἶπας· τούσδε τίς διώλεσε· σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. τί φῄς· τί δράσας· ὦ κάκ ἀγγέλλων πάτερ. μανείς: ἐρωτᾷς δ ἄθλι ἑρμηνεύματα. ἦ καὶ δάμαρτός εἰμ ἐγὼ φονεὺς ἐμῆς· μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε. αἰαῖ: στεναγμῶν γάρ με περιβάλλει νέφος. τούτων ἕκατι σὰς καταστένω τύχας. ἦ γὰρ συνήραξ οἶκον ἢ βάκχευς ἐμόν· οὐκ οἶδα πλὴν ἕν: πάντα δυστυχεῖ τὰ σά. ποῦ δ οἶστρος ἡμᾶς ἔλαβε· ποῦ διώλεσεν· ὅτ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. οἴμοι: τί δῆτα φείδομαι ψυχῆς ἐμῆς τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς· κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας τέκνοις δικαστὴς αἵματος γενήσομαι· ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί, δύσκλειαν ἣ μένει μ ἀπώσομαι βίου· ἀλλ ἐμποδών μοι θανασίμων βουλευμάτων Θησεὺς ὅδ ἑρ´πει συγγενὴς φίλος τ ἐμός. ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος ἐς ὄμμαθ ἥξει φιλτάτῳ ξένων ἐμῶν. οἴμοι, τί δράσω· ποῖ κακῶν ἐρημίαν εὑρ´ω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών· φέρ . . . ἄν τι κρατὶ περιβάλω σκότον. αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς: καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω. ἥκω σὺν ἄλλοις, οἳ παρ Ἀσωποῦ ῥοὰς μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι, σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ. κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν ὡς σκῆπτρα χώρας τῆσδ ἀναρπάσας Λύκος ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται. τίνων δ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς σῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον, ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων. ἐά: τί νεκρῶν τῶνδε πληθύει πέδον· οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν ὕστερος ἀφῖγμαι· τίς τάδ ἔκτεινεν τέκνα· τίνος γεγῶσαν τήνδ ὁρῶ ξυνάορον· οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας, ἀλλ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION