- 텍스트

Euripides, Heracles, episode, lyric 1:

(에우리피데스, Heracles, episode, lyric 1:)

ὦ Ζεῦ, τί παῖδ ἤχθηρας ὧδ ὑπερκότως τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ ἤγαγες·? ἐά: ἔμπνους μέν εἰμι καὶ δέδορχ ἅπερ με δεῖ, αἰθέρα τε καὶ γῆν τόξα θ Ἡλίου τάδε . . . . ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω μετάρσι, οὐ βέβαια, πνευμόνων ἄπο. ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος νεανίαν θώρακα καὶ βραχίονα, πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων· πτερωτά τ ἔγχη: τόξα δ ἔσπαρται πέδῳ, ἃ πρὶν παρασπίζοντ ἐμοῖς βραχίοσιν ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τ ἐσῴζετο. οὔ που κατῆλθον αὖθις εἰς Αἵδου πάλιν, Εὐρυσθέως δίαυλον· εἰς Αἵδου· πόθεν· ἀλλ οὔτε Σισύφειον εἰσορῶ πέτρον Πλούτωνά τ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης. ἔκ τοι πέπληγμαι: ποῦ ποτ ὢν ἀμηχανῶ· ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν, δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται· σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων. γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας· κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς. πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας, τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς· ὦ τέκνον: εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός. πράσσω δ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς· ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι. μέγας γ ὁ κόμπος, τὴν τύχην δ οὔπω λέγεις. ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς. εἴπ, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ. εἰ μηκέθ Αἵδου βάκχος εἶ, φράσαιμεν ἄν. παπαῖ, τόδ ὡς ὕποπτον ᾐνίξω πάλιν. καί ς εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ. οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας. λύσω, γέροντες, δεσμὰ παιδός· ἢ τί δρῶ· καὶ τόν γε δήσαντ εἴπ: ἀναινόμεσθα γάρ. τοσοῦτον ἴσθι τῶν κακῶν: τὰ δ ἄλλ ἐά. ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι· ὦ Ζεῦ, παρ Ἥρας ἆρ ὁρᾷς θρόνων τάδε· ἀλλ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν· τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά. ἀπωλόμεσθα: συμφορὰν λέξεις τινά.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION