- 텍스트

Euripides, Heracles, episode, lyric 2:

(에우리피데스, Heracles, episode, lyric 2:)

διπλοῦς δ ὀπαδοῖς ἦν γέλως φόβος θ ὁμοῦ.? καί τις τόδ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών: Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται· ὁ δ εἱρ῀π ἄνω τε καὶ κάτω κατὰ στέγας, μέσον δ ἐς ἀνδρῶν ἐσπεσὼν Νίσου πόλιν ἥκειν ἔφασκε: δωμάτων τ ἔσω βεβώς, κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται θοίνην. διελθὼν δ ὡς βραχὺν χρόνον μονῆς Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας. κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων, πρὸς οὐδέν ἡμιλλᾶτο κἀκηρύσσετο αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός, ἀκοὴν ὑπειπών. δεινὰ δ Εὐρυσθεῖ βρέμων ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε: Ὦ παῖ, τί πάσχεις· τίς ὁ τρόπος ξενώσεως τῆσδ· οὔ τί που φόνος ς ἐβάκχευσεν νεκρῶν, οὓς ἄρτι καίνεις· ὁ δέ νιν Εὐρυσθέως δοκῶν πατέρα προταρβοῦνθ ἱκέσιον ψαύειν χερός, ὠθεῖ, φαρέτραν δ εὐτρεπῆ σκευάζεται καὶ τόξ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ ὤρουον ἄλλος ἄλλος, ἐς πέπλους ὁ μὲν μητρὸς ταλαίνης, ὁ δ ὑπὸ κίονος σκιάν, ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ ὕπο. βοᾷ δὲ μήτηρ: Ὦ τεκών, τί δρᾷς· τέκνα κτείνεις· βοᾷ δὲ πρέσβυς οἰκετῶν τ ὄχλος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION