- 텍스트

Euripides, Heracles, episode, lyric 1:

(에우리피데스, Heracles, episode, lyric 1:)

ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς καθάρσι οἴκων, γῆς ἄνακτ ἐπεὶ κτανὼν ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης:? χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων πατήρ τε Μεγάρα τ: ἐν κύκλῳ δ ἤδη κανοῦν εἵλικτο βωμοῦ, φθέγμα δ ὅσιον εἴχομεν. μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν, ἐς χέρνιβ ὡς βάψειεν, Ἀλκμήνης τόκος ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς παῖδες προσέσχον ὄμμ: ὁ δ οὐκέθ αὑτὸς ἦν, ἀλλ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος ῥίζας τ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν ἀφρὸν κατέσταζ εὐτρίχου γενειάδος. ἔλεξε δ ἅμα γέλωτι παραπεπληγμένῳ: Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω· ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε: ὅταν δ ἐνέγκω δεῦρο κρᾶτ Εὐρυσθέως, ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. ἐκχεῖτε πηγάς, ῥίπτετ ἐκ χειρῶν κανᾶ. τίς μοι δίδωσι τόξα· τίς <δ> ὅπλον χερός· πρὸς τὰς Μυκήνας εἶμι: λάζυσθαι χρεὼν μοχλοὺς δικέλλας θ, ὥστε Κυκλώπων βάθρα φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν. αὐτοῦ δὲ βαίνων ἁρ´ματ οὐκ ἔχων ἔχειν ἔφασκε, δίφρου δ εἰσέβαινεν ἄντυγας κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION