호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καλῶς:? παρελθὼν νῦν πρόσειπέ θ ἑστίαν καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμ ἰδεῖν. ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα ἕλξων φονεύσων κἄμ ἐπισφάξων ἄναξ: μένοντι δ αὐτοῦ πάντα σοι γενήσεται τῇ τ ἀσφαλείᾳ κερδανεῖς: πόλιν δὲ σὴν μὴ πρὶν ταράξῃς πρὶν τόδ εὖ θέσθαι, τέκνον. δράσω τάδ: εὖ γὰρ εἶπας: εἶμ ἔσω δόμων. χρόνῳ δ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν Αἵδου Κόρης <τ> ἔνερθεν, οὐκ ἀτιμάσω θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας. ἦλθες γὰρ ὄντως δώματ εἰς Αἵδου, τέκνον· καὶ θῆρά γ ἐς φῶς τὸν τρίκρανον ἤγαγον. μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν· μάχῃ: τὰ μυστῶν δ ὄργι εὐτύχης ἰδών. ἦ καὶ κατ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ· Χθονίας νιν ἄλσος Ἑρμιών τ ἔχει πόλις. οὐδ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ ἄνω· οὐκ οἶδ: ἵν ἐλθὼν τἀνθάδ εἰδείην πάρος. χρόνον δὲ πῶς τοσοῦτον ἦσθ ὑπὸ χθονί· Θησέα κομίζων ἐχρόνις <ἐξ> Αἵδου, πάτερ. καὶ ποῦ στιν· ἢ γῆς πατρίδος οἴχεται πέδον· βέβηκ Ἀθήνας νέρθεν ἄσμενος φυγών. ἀλλ εἶ, ὁμαρτεῖτ, ὦ τέκν, ἐς δόμους πατρί: καλλίονές τἄρ εἴσοδοι τῶν ἐξόδων πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε καὶ νάματ ὄσσων μηκέτ ἐξανίετε: σύ τ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ τρόμου τε παῦσαι, καὶ μέθεσθ ἐμῶν πέπλων: οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους. ἆ, οἵδ οὐκ ἀφιᾶς, ἀλλ ἀνάπτονται πέπλων τοσῷδε μᾶλλον: ὧδ ἔβητ ἐπὶ ξυροῦ· ἄξω λαβών γε τούσδ ἐφολκίδας χεροῖν, ναῦς δ ὣς ἐφέλξω: καὶ γὰρ οὐκ ἀναίνομαι θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα: φιλοῦσι παῖδας οἵ τ ἀμείνονες βροτῶν οἵ τ οὐδὲν ὄντες: χρήμασιν δὲ διάφοροι: ἔχουσιν, οἳ δ οὔ: πᾶν δὲ φιλότεκνον γένος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기