- 텍스트

Euripides, Heracles, episode, anapests 3:

(에우리피데스, Heracles, episode, anapests 3:)

διολλύμεσθα:? σὺ δέ, γέρον, σύγγνωθί μοι, εἰ πρόσθεν ἡρ´πας ἃ σὲ λέγειν πρὸς τόνδ ἐχρῆν: τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων, καὶ τἄμ ἔθνῃσκε τέκν, ἀπωλλύμην δ ἐγώ. Ἄπολλον, οἱοίς φροιμίοις ἄρχῃ λόγου. τεθνᾶς ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων. πῶς φῄς· τί δράσας ἢ δορὸς ποίου τυχών· Λύκος σφ ὁ καινὸς γῆς ἄναξ διώλεσεν. ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός· στάσει: τὸ Κάδμου δ ἑπτάπυλον ἔχει κράτος. τί δῆτα πρὸς σὲ καὶ γέροντ ἦλθεν φόβος· κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. τί φῄς· τί ταρβῶν ὀρφάνευμ ἐμῶν τέκνων· μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο. κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων· θανάτου τάδ ἤδη περιβόλαι ἀνήμμεθα. καὶ πρὸς βίαν ἐθνῄσκετ· ὦ τλήμων ἐγώ. φίλων <γ> ἔρημοι: σὲ δὲ θανόντ ἠκούομεν. πόθεν δ ἐς ὑμᾶς ἥδ ἐσῆλθ ἀθυμία· Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε. τί δ ἐξελείπετ οἶκον ἑστίαν τ ἐμήν· βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους . . . κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντ ἀτιμάσαι· αἰδώς γ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω. οὕτω δ ἀπόντες ἐσπανίζομεν φίλων· φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες· μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν· ἄφιλον, ἵν αὖθίς σοι λέγω, τὸ δυστυχές.?

상위

Heracles

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION