- 텍스트

Euripides, Heracles, episode, anapests 2:

(에우리피데스, Heracles, episode, anapests 2:)

σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι:? ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρ ἐς οὐρανὸν δικὼν αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ ὠφελεῖν μέλλεις, ἀμύνειν, ὡς τάχ οὐδὲν ἀρκέσεις. καίτοι κέκλησαι πολλάκις: μάτην πονῶ: θανεῖν γάρ, ὡς ἐοίκ, ἀναγκαίως ἔχει. ἀλλ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου, τοῦτον δ ὅπως ἥδιστα διαπεράσετε, ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται σῴζειν, τὸ δ αὑτοῦ σπουδάσας διέπτατο. ὁρᾶτ ἔμ ὅσπερ ἦ περίβλεπτος βροτοῖς ὀνομαστὰ πράσσων, καί μ ἀφείλεθ ἡ τύχη ὥσπερ πτερὸν πρὸς αἰθέρ ἡμέρᾳ μιᾷ. ὁ δ ὄλβος ὁ μέγας ἥ τε δόξ οὐκ οἶδ ὅτῳ βέβαιός ἐστι. χαίρετ: ἄνδρα γὰρ φίλον πανύστατον νῦν, ἥλικες, δεδόρκατε. ἐά: ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ: ἢ τί φῶ· οὐκ οἶδα, θύγατερ: ἀφασία δὲ κἄμ ἔχει. ὅδ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν, εἰ μή γ ὄνειρον ἐν φάει τι λεύσσομεν. τί φημί· ποῖ ὄνειρα κηραίνους ὁρῶ· οὐκ ἔσθ ὅδ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον. δεῦρ, ὦ τέκν, ἐκκρίμνασθε πατρῴων πέπλων, ἴτ ἐγκονεῖτε, μὴ μεθῆτ, ἐπεὶ Διὸς σωτῆρος ὑμῖν οὐδέν ἐσθ ὅδ ὕστερος. ὦ χαῖρε, μέλαθρον πρόπυλά θ ἑστίας ἐμῆς, ὡς ἄσμενός ς ἐσεῖδον ἐς φάος μολών. ἐά: τί χρῆμα· τέκν ὁρῶ πρὸ δωμάτων στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα, ὄχλῳ τ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον, πατέρα τε δακρύοντα - συμφορὰς τίνας· φέρ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς: γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος· ὦ φίλτατ ἀνδρῶν . . . ὦ φάος μολὼν πατρί . . . ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις· τί φῄς· τίν ἐς ταραγμὸν ἥκομεν, πάτερ·?

상위

Heracles

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION