호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ χαῖρε, πατρὸς μνῆμ:? ἐπ ἐξόδοισι γὰρ ἔθαψα, Πρωτεῦ, ς ἕνεκ ἐμῆς προσρήσεως: ἀεὶ δέ ς ἐξιών τε κἀσιὼν δόμους Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ. ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους, δμῶες, κομίζετ ἐς δόμους τυραννικούς: ἐγὼ δ ἐμαυτὸν πόλλ ἐλοιδόρησα δή: οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν· καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς, ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον Ἑλένην: θανεῖται δ, ἤν γε δὴ ληφθῇ μόνον. ἐά: ἀλλ, ὡς ἐοίκε, πάντα διαπεπραγμένα ηὑρ´ηκα: τύμβου γὰρ κενὰς λιποῦς ἕδρας ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός. ὠή, χαλᾶτε κλῇθρα: λύεθ ἱππικὰ φάτνης, ὀπαδοί, κἀκκομίζεθ ἁρ´ματα, ὡς ἂν πόνου γ ἕκατι μὴ λάθῃ με γῆς τῆσδ ἐκκομισθεῖς ἄλοχος, ἧς ἐφίεμαι. - ἐπίσχετ: εἰσορῶ γὰρ οὓς διώκομεν παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.
αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς λευκῶν ἀμείψας ἔκ τε κρατὸς εὐγενοῦς κόμας σίδηρον ἐμβαλοῦς ἀπέθρισας χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα κλαίουσα·
πότερον ἐννύχοις πεπεισμένη στένεις ὀνείροις, ἢ φάτιν τιν οἴκοθεν κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας· ὦ δέσποτ - ἤδη γὰρ τόδ ὀνομάζω ς ἔπος - ὄλωλα: φροῦδα τἀμὰ κοὐδέν εἰμ ἔτι. ἐν τῷ δὲ κεῖσαι συμφορᾶς· τίς ἡ τύχη· Μενέλαος - οἴμοι, πῶς φράσω· - τέθνηκέ μοι. οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δ εὐτυχῶ. πῶς <δ> οἶσθα· μῶν σοι Θεονόη λέγει τάδε· κείνη τε φησὶν ὅ τε παρὼν ὅτ ὤλλυτο. ἥκει γὰρ ὅστις καὶ τάδ ἀγγέλλει σαφῆ· ἥκει: μόλοι γὰρ οἷ σφ ἐγὼ χρῄζω μολεῖν. τίς ἐστι· ποῦ στιν· ἵνα σαφέστερον μάθω. ὅδ ὃς κάθηται τῷδ ὑποπτήξας τάφῳ. Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει. οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδ ἔχειν πόσιν. ποδαπὸς δ ὅδ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν·
Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει. θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν· οἰκτρόταθ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός. ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον· Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις. καὶ πῶς ὅδ οὐκ ὄλωλε κοινωνῶν πλάτης· ἐσθλῶν κακίους ἐνίοτ εὐτυχέστεροι. λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα· ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή. ὄλωλ ἐκεῖνος. ἦλθε δ ἐν ποίῳ σκάφει· ναῦταί σφ ἀνείλοντ ἐντυχόντες, ὡς λέγει. ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν· νεφέλης λέγεις ἄγαλμα· ἐς αἰθέρ οἴχεται. ὦ Πρίαμε καὶ γῆ Τρῳάς, <ὡς> ἔρρεις μάτην. κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας. πόσιν δ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί· ἄθαπτον: οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν. τῶνδ οὕνεκ ἔταμες βοστρύχους ξανθῆς κόμης: φίλος γάρ ἐστιν, ὅς ποτ ἐστίν, ἐνθάδ ὤν. ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται - ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν. οὐ δῆτα. πῶς οὖν· τόνδ ἔτ οἰκήσεις τάφον· τί κερτομεῖς με, τὸν θανόντα δ οὐκ ἐᾷς· πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με. ἀλλ οὐκέτ: ἤδη δ ἄρχε τῶν ἐμῶν γάμων. χρόνια μὲν ἦλθεν, ἀλλ ὅμως αἰνῶ τάδε. οἶσθ οὖν ὃ δρᾶσον· τῶν πάρος λαθώμεθα. ἐπὶ τῷ· χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω. σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι. μεθίημι νεῖκος τὸ σόν, ἴτω δ ὑπόπτερον. πρός νύν σε γονάτων τῶνδ, ἐπείπερ εἶ φίλος - τί χρῆμα θηρῶς ἱκέτις ὠρέχθης ἐμοῦ· τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω. τί δ· ἔστ ἀπόντων τύμβος· ἢ θάψεις σκιάν· Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ - τί δρᾶν· σοφοί τοι Πελοπίδαι τὰ τοιάδε. κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν. κτέριζ: ἀνίστη τύμβον οὗ χρῄζεις χθονός. οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν. πῶς δαί· λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων. ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν. τί σοι παράσχω δῆτα τῷ τεθνηκότι· ὅδ οἶδ, ἐγὼ δ ἄπειρος, εὐτυχοῦσα πρίν. ὦ ξένε, λόγων μὲν κληδόν ἤνεγκας φίλην.
οὔκουν ἐμαυτῷ γ οὐδὲ τῷ τεθνηκότι. πῶς τοὺς θανόντας θάπτετ ἐν πόντῳ νεκρούς· ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ. πλούτου λέγ οὕνεχ ὅ τι θέλεις ταύτης χάριν. προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις. τίνος· σύ μοι σήμαινε, πείσομαι δ ἐγώ. αὐτὸς σὺ γίγνωσκ: ἀρκέσει γὰρ ἃν διδῷς. ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος. διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου. οὐ τῶνδ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν. καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά. ἔσται: τί δ ἄλλο προσφέρειν νομίζεται· χαλκήλαθ ὅπλα: καὶ γὰρ ἦν φίλος δορί. ἄξια τάδ ἔσται Πελοπιδῶν ἃ δώσομεν. καὶ τἄλλ ὅσα χθὼν καλὰ φέρει βλαστήματα. πῶς οὖν· ἐς οἶδμα τίνι τρόπῳ καθίετε· ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας. πόσον δ ἀπείργει μῆκος ἐκ γαίας δόρυ· ὥστ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις. τί δή· τόδ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει· ὡς μὴ πάλιν γῇ λύματ ἐκβάλῃ κλύδων. Φοίνισσα κώπη ταχύπορος γενήσεται. καλῶς ἂν εἰή Μενέλεῴ τε πρὸς χάριν. οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε· μητρὸς τόδ ἔργον ἢ γυναικὸς ἢ τέκνων. ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν. ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν. ἴτω: πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν. ἐλθὼν δ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ: καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ, δράσαντα τῇδε πρὸς χάριν: φήμας δ ἐμοὶ ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας ἐσθῆτα λήψῃ σῖτά θ, ὥστε ς ἐς πάτραν ἐλθεῖν, ἐπεὶ νῦν γ ἀθλίως ἔχονθ ὁρῶ. σὺ δ, ὦ τάλαινα, μὴ πὶ τοῖς ἀνηνύτοις τρύχουσα σαυτήν - Μενέλεως δ ἔχει πότμον, κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις. σὸν ἔργον, ὦ νεᾶνι: τὸν παρόντα μὲν στέργειν πόσιν χρή, τὸν δὲ μηκέτ ὄντ ἐᾶν: ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον. ἢν δ Ἑλλάδ ἔλθω καὶ τύχω σωτηρίας, παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ οἱάν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ. ἔσται τάδ: οὐδὲ μέμψεται πόσις ποτὲ ἡμῖν: σὺ δ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε. ἀλλ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε ἐσθῆτά τ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς εὐεργετήσω ς: εὐμενέστερον γὰρ ἂν τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα δρῴης ἄν, ἡμῶν τυγχάνων οἱών σε χρή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기