- 텍스트

Euripides, Helen, episode, dialogue 19:

(에우리피데스, Helen, episode, dialogue 19:)

ὦ πότνι ἣ Δίοισιν ἐν λέκτροις πίτνεις Ἥρα, δύ οἰκτρὼ φῶτ ἀνάψυξον πόνων, αἰτούμεθ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν ῥίπτονθ, ἵν οἰκεῖς ἀστέρων ποικίλματα.? σύ θ, ἣ πὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ, κόρη Διώνης Κύπρι, μή μ ἐξεργάσῃ. ἅλις δὲ λύμης ἥν μ ἐλυμήνω πάρος τοὔνομα παρασχοῦς, οὐ τὸ σῶμ, ἐν βαρβάροις. θανεῖν δ ἐάσόν μ, εἰ κατακτεῖναι θέλεις, ἐν γῇ πατρῴᾳ. τί ποτ ἄπληστος εἶ κακῶν, ἔρωτας ἀπάτας δόλιά τ ἐξευρήματα ἀσκοῦσα φίλτρα θ αἱματηρὰ δωμάτων· εἰ δ ἦσθα μετρία, τἄλλα γ ἡδίστη θεῶν πέφυκας ἀνθρώποισιν: οὐκ ἄλλως λέγω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION