호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα:? τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας. ἄκουε δή νυν: χρόνιος εἶ κατὰ στέγας καὶ συντέθραψαι προσπόλοισι βασιλέως. τί τοῦτ ἔλεξας· ἐσφέρεις γὰρ ἐλπίδας ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν. πείσειας ἄν τιν οἵτινες τετραζύγων ὄχων ἀνάσσους, ὥστε νῷν δοῦναι δίφρους· πείσαιμ <ἄν>: ἀλλὰ τίνα φυγὴν φευξούμεθα πεδίων ἄπειροι βαρβάρου τ ὄντες χθονός· ἀδύνατον εἶπας. φέρε, τί δ, εἰ κρυφθεὶς δόμοις κτάνοιμ ἄνακτα τῷδε διστόμῳ ξίφει· οὐκ ἄν ς ἀνάσχοιτ οὐδὲ σιγήσειεν ἂν μέλλοντ ἀδελφὴ σύγγονον κατακτενεῖν. ἀλλ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν φεύγοντες: ἣν γὰρ εἴχομεν θάλασς ἔχει. ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν. βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν· κακὸς μὲν ὄρνις: εἰ δὲ κερδανῶ, λέγειν ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν. καὶ μὴν γυναικείοις ς ἂν οἰκτισαίμεθα κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον. σωτηρίας δὲ τοῦτ ἔχει τί νῷν ἄκος· παλαιότης γὰρ τῷ λόγῳ γ ἔνεστί τις. ὡς δὴ θανόντα ς ἐνάλιον κενῷ τάφῳ θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι. καὶ δὴ παρεῖκεν: εἶτα πῶς ἄνευ νεὼς σωθησόμεσθα κενοταφοῦντ ἐμὸν δέμας· δοῦναι κελεύσω πορθμίδ, ᾗ καθήσομαι κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας. ὡς εὖ τόδ εἶπας πλὴν ἕν: εἰ χέρσῳ ταφὰς θεῖναι κελεύσει ς, οὐδὲν ἡ σκῆψις φέρει. ἀλλ οὐ νομίζειν φήσομεν καθ Ἑλλάδα χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기