호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ πέφυκά τ εὐσεβεῖν καὶ βούλομαι, φιλῶ τ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς οὐκ ἂν μιάναιμ, οὐδὲ συγγόνῳ χάριν δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.? ἔνεστι δ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα ἐν τῇ φύσει: καὶ τοῦτο Νηρέως πάρα ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι. Ἥρᾳ δ, ἐπείπερ βούλεταί ς εὐεργετεῖν, ἐς ταὐτὸν οἴσω ψῆφον: ἡ Κύπρις δ ἐμοὶ ἵλεως μὲν εἰή, ξυμβέβηκε δ οὐδαμοῦ: πειράσομαι δὲ παρθένος μένειν ἀεί. ἃ δ ἀμφὶ τύμβῳ τῷδ ὀνειδίζεις πατρί, ἡμῖν ὅδ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν, εἰ μὴ ἀποδώσω: καὶ γὰρ ἂν κεῖνος βλέπων ἀπέδωκεν ἂν σοὶ τήνδ ἔχειν, ταύτῃ δὲ σέ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기