호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ νέρτερ Αἵδη, καὶ σὲ σύμμαχον καλῶ, ὃς πόλλ ἐδέξω τῆσδ ἕκατι σώματα πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δ ἔχεις:? ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν, ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον κρείσσω φανεῖσαν τἀμά γ ἀποδοῦναι λέχη. εἰ δ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε, ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω. ὁρ´κοις κεκλῄμεθ, ὡς μάθῃς, ὦ παρθένε, πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ κἀκεῖνον ἢ μὲ δεῖ θανεῖν: ἁπλοῦς λόγος. ἢν δ ἐς μὲν ἀλκὴν μὴ πόδ ἀντιθῇ ποδί, λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ, κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ ἐμὸν πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε τύμβου πὶ νώτοις τοῦδ, ἵν αἵματος ῥοαὶ τάφου καταστάζωσι: κεισόμεσθα δὲ νεκρὼ δύ ἑξῆς τῷδ ἐπὶ ξεστῷ τάφῳ, ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί. οὐ γὰρ γαμεῖ τήνδ οὔτε σύγγονος σέθεν οὔτ ἄλλος οὐδείς: ἀλλ ἐγώ σφ ἀπάξομαι, εἰ μὴ πρὸς οἴκους δυνάμεθ, ἀλλὰ πρὸς νεκρούς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기