- 텍스트

Euripides, Helen, episode, dialogue 8:

(에우리피데스, Helen, episode, dialogue 8:)

ὦ παρθέν, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα ὑπέρ τ ἐμαυτῆς τοῦδέ θ, ὃν μόλις ποτὲ λαβοῦς ἐπ ἀκμῆς εἰμι κατθανόντ ἰδεῖν:? μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν τόνδ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας, σῷσον δέ, λίσσομαί σε: συγγόνῳ δὲ σῷ τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε, χάριτας πονηρὰς κἀδίκους ὠνουμένη. μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς. ἐατέος δ ὁ πλοῦτος ἄδικός τις ὤν. κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς καὶ γαῖ, ἐν ᾗ χρὴ δώματ ἀναπληρουμένους τἀλλότρια μὴ σχεῖν μηδ ἀφαιρεῖσθαι βίᾳ. ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δ ἐμοί, Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει τῷδ ὃς πάρεστι κἀπολάζυσθαι θέλει. πῶς οὖν θανὼν ἂν ἀπολάβοι· κεῖνος δὲ πῶς τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτ ἄν· ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει: πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας βούλοιντ ἂν ἢ οὐ βούλοιντ ἂν ἀποδοῦναι πάλιν· δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί. εἰ δ οὖσα μάντις καὶ τὰ θεῖ ἡγουμένη τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς, τῷ δ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν, αἰσχρὸν τὰ μέν σε θεῖα πάντ ἐξειδέναι, τά τ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή. τήν τ ἀθλίαν ἔμ, οἷσιν ἔγκειμαι κακοῖς, ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης: Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν: ἣ κλῄζομαι καθ Ἑλλάδ ὡς προδοῦς ἐμὸν πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους. ἢν δ Ἑλλάδ ἔλθω κἀπιβῶ Σπάρτης <πάλιν>, κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν ὤλοντ, ἐγὼ δὲ προδότις οὐκ ἄρ ἦ φίλων, πάλιν μ ἀνάξους ἐς τὸ σῶφρον αὖθις αὖ, ἑδνώσομαί τε θυγατέρ, ἣν οὐδεὶς γαμεῖ, τὴν δ ἐνθάδ ἐκλιποῦς ἀλητείαν πικρὰν ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι. κεἰ μὲν θανὼν ὅδ ἐν πυρᾷ κατεσφάγη, πρόσω σφ ἀπόντα δακρύοις ἂν ἠγάπων: νῦν δ ὄντα καὶ σωθέντ ἀφαιρεθήσομαι·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION