- 텍스트

Euripides, Helen, episode, dialogue 3:

(에우리피데스, Helen, episode, dialogue 3:)

πάντ οἶσθ ἄρ, ὡς ἐοίκας, ἀμφ ἐμῶν γάμων.? οἶδ: εἰ δὲ λέκτρα διέφυγες τάδ οὐκ ἔχω. ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην. τίς τοῦδε πειθώ· φίλα γάρ, εἰ σαφῆ λέγεις. ὁρᾷς τάφου τοῦδ ἀθλίους ἕδρας ἐμάς· ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα· ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς. βωμοῦ σπανίζους ἢ νόμοισι βαρβάροις· ἐρρύεθ ἡμᾶς τοῦτ ἴσον ναοῖς θεῶν. οὐδ ἄρα πρὸς οἴκους ναυστολεῖν <ς> ἔξεστί μοι· ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος. οὕτως ἂν εἰήν ἀθλιώτατος βροτῶν. μή νυν καταιδοῦ, φεῦγε δ ἐκ τῆσδε χθονός. λιπών σε· Τροίαν ἐξέπερσα σὴν χάριν. κρεῖσσον γὰρ ἤ σε τἄμ ἀποκτεῖναι λέχη. ἄνανδρά γ εἶπας Ἰλίου τ οὐκ ἄξια. οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως. οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας· εἴσῃ. τὸ τολμᾶν δ ἀδύνατ ἀνδρὸς οὐ σοφοῦ. σιγῇ παράσχω δῆτ ἐμὰς δῆσαι χέρας· ἐς ἄπορον ἥκεις: δεῖ δὲ μηχανῆς τινος. δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν. μί ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν. ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο· εἰ μὴ τύραννός <ς> ἐκπύθοιτ ἀφιγμένον. ἐρεῖ δὲ τίς μ· οὐ γνώσεταί γ ὅς εἰμ ἐγώ. ἔστ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση. φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη· οὔκ, ἀλλ ἀδελφή: Θεονόην καλοῦσί νιν. χρηστήριον μὲν τοὔνομ: ὅ τι δὲ δρᾷ φράσον. πάντ οἶδ, ἐρεῖ τε συγγόνῳ παρόντα σε. θνῄσκοιμεν ἄν: λαθεῖν γὰρ οὐχ οἱό῀ν τέ μοι. ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν - τί χρῆμα δρᾶσαι· τίν ὑπάγεις μ ἐς ἐλπίδα· παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ. πείσαντε δ ἐκ γῆς διορίσαιμεν ἂν πόδα· κοινῇ γ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δ ἂν οὔ. σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή. ὡς οὐκ ἄχρωστα γόνατ ἐμῶν ἕξει χερῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION