호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι χωρεῖ γέροντι:? τοὺς θεοὺς ἔχων τις ἂν φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις. εἰε῟ν: τὰ μὲν δὴ δεῦρ ἀεὶ καλῶς ἔχει. ὅπως δ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο, κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά. ἦ πόλλ ἀνήρου μ ἑνὶ λόγῳ μιᾷ θ ὁδῷ. τί σοι λέγοιμ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς τὰ Ναυπλίου τ Εὐβοικὰ πυρπολήματα Κρήτην τε Λιβύης θ ἃς ἐπεστράφην πόλεις, σκοπιάς τε Περσέως· οὐ γὰρ ἐμπλήσαιμί ς <ἂν> μύθων, λέγων τ ἄν σοι κάκ ἀλγοίην ἔτι, πάσχων τ ἔκαμνον: δὶς δὲ λυπηθεῖμεν ἄν. κάλλιον εἶπας ἤ ς ἀνηρόμην ἐγώ. ἓν δ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον πόντου πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον· ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν. φεῦ φεῦ: μακρόν γ ἔλεξας, ὦ τάλας, χρόνον σωθεὶς δ ἐκεῖθεν ἐνθάδ ἦλθες ἐς σφαγάς. πῶς φῄς· τί λέξεις· ὥς μ ἀπώλεσας, γύναι. φεῦγ ὡς τάχιστα τῆσδ ἀπαλλαχθεὶς χθονός. θανῇ πρὸς ἀνδρὸς οὗ τάδ ἐστὶ δώματα. τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς· ἥκεις ἀέλπτος ἐμποδὼν ἐμοῖς γάμοις. ἦ γὰρ γαμεῖν τις τἄμ ἐβουλήθη λέχη· ὕβριν θ ὑβρίζειν εἰς ἔμ, ἣν ἔτλην ἐγώ. ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός· ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος. τόδ ἔστ ἐκεῖν αἴνιγμ ὃ προσπόλου κλύω. ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν· τοῖσδ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην. οὔ που προσῄτεις βίοτον· ὦ τάλαιν ἐγώ. τοὔργον μὲν ἦν τοῦτ, ὄνομα δ οὐκ εἶχεν τόδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기