호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγ, ὦ γεραιέ, πολλὰ μὲν παρ ἀσπίδα μοχθήματ ἐξέπλησας ἐκπονῶν ἐμοί, καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις τάδ ὡς ἔχονθ ηὑρ´ηκας οἷ τ ἐσμὲν τύχης, μένειν τ ἐπ ἀκταῖς τούς τ ἐμοὺς καραδοκεῖν ἀγῶνας οἳ μένουσί μ, ὡς ἐλπίζομεν, κεἰ τήνδε πως δυναίμεθ ἐκκλέψαι χθονός, φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.? ἔσται τάδ, ὦναξ. ἀλλά τοι τὰ μάντεων ἐσεῖδον ὡς φαῦλ ἐστὶ καὶ ψευδῶν πλέα. οὐδ ἦν ἄρ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς οὐδὲ πτερωτῶν φθέγματ: εὐήθες δέ τοι τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς. Κάλχας γὰρ οὐκ εἶπ οὐδ ἐσήμηνε στρατῷ νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους οὐδ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην. εἴποις ἄν: Οὕνεχ ὁ θεὸς οὐκ ἠβούλετο· τί δῆτα μαντευόμεθα· τοῖς θεοῖσι χρὴ θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ ἐᾶν: βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε, κοὐδεὶς ἐπλούτης ἐμπύροισιν ἀργὸς ὤν: γνώμη δ ἀρίστη μάντις ἥ τ εὐβουλία.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기