- 텍스트

Euripides, Helen, episode, dialogue

(에우리피데스, Helen, episode, dialogue)

εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.? Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς, ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δ ἔχω. ἀλλ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων. οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς· οὐχ ἥδε, πρὸς θεῶν δ ἦμεν ἠπατημένοι, νεφέλης ἄγαλμ ἔχοντες ἐν χεροῖν λυγρόν. τί φῄς· νεφέλης ἄρ ἄλλως εἴχομεν πόνους πέρι· Ἥρας τάδ ἔργα καὶ θεῶν τρισσῶν ἔρις. ἡ δ οὖς ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ· αὕτη: λόγοις δ ἐμοῖσι πίστευσον τάδε. ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει ἐκεῖσε κἀκεῖς ἀναφέρων: ὃ μὲν πονεῖ, ὃ δ οὐ πονήσας αὖθις ὄλλυται κακῶς, βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων. σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε, σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ. σπεύδων δ ὅτ ἔσπευδ οὐδὲν εἶχε: νῦν δ ἔχει αὐτόματα πράξας τἀγάθ εὐτυχέστατα. οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω ᾔσχυνας, οὐδ ἔδρασας οἱᾶ κλῄζεται. νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν καὶ λαμπάδων μεμνήμεθ ἃς τετραόροις ἵπποις τροχάζων παρέφερον: σὺ δ ἐν δίφροις ξὺν τῷδε νύμφη δῶμ ἔλειπες ὄλβιον. κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς. ἐγὼ μὲν εἰήν, κεἰ πέφυχ ὅμως λάτρις, ἐν τοῖσι γενναίοισιν ἠριθμημένος δούλοισι, τοὔνομ οὐκ ἔχων ἐλεύθερον, τὸν νοῦν δέ: κρεῖσσον γὰρ τόδ ἢ δυοῖν κακοῖν ἕν ὄντα χρῆσθαι, τὰς φρένας τ ἔχειν κακὰς ἄλλων τ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION