호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία πετομένας κώπας, πετομένου δ ἔρωτος ἀδίκων γάμων .? . τίς <γάρ> σε δαίμων ἢ πότμος συλᾷ πάτρας· ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μ . . . ἐπέλασεν Νείλῳ. θαυμαστά: τοῦ πέμψαντος· ὦ δεινοὶ λόγοι. κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω δάκρυσιν: ἁ Διός μ ἄλοχος ὤλεσεν. Ἥρα· τί νῷν χρῄζουσα προσθεῖναι κακόν· ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν, ἵνα θεαὶ μορφὰν ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις. τὰ δ ἐς κρίσιν σοι τῶνδ ἔθηχ Ἥρα κακῶν - · Πάριν ὡς ἀφέλοιτο - πῶς· αὔδα. Κύπρις ᾧ μ ἐπένευσεν - ὦ τλᾶμον. τλάμων, τλάμων: ὧδ ἐπέλας Αἰγύπτῳ. εἶτ ἀντέδωκ εἴδωλον, ὡς σέθεν κλύω. τὰ δὲ <σὰ> κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ- τερ, οἲ γώ. τί φῄς· οὐκ ἔστι μάτηρ: ἀγχόνιον δὲ βρόχον δι ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν. ὤμοι: θυγατρὸς δ Ἑρμιόνης ἔστιν βίος· ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει γάμον ἄγαμον <ἐμόν>. ὦ πᾶν κατ ἄκρας δῶμ ἐμὸν πέρσας Πάρις, τάδε καὶ σὲ διώλεσε μυριάδας τε χαλκεόπλων Δαναῶν. ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν ἔβαλε θεὸς ἀπό <τε> πόλεος ἀπό τε σέθεν, ὅτε μέλαθρα λέχεά τ ἔλιπον - οὐ λιποῦς ἐπ αἰσχροῖς γάμοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기