호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γέγηθα, κρατὶ δ ὀρθίους ἐθείρας ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω, περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν, ὦ πόσις, ὡς λάβω.? ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην: ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θ, ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι ξυνομαίμονες ὤλβισαν ὤλβισαν τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας ς ἐμοῦ πρὸς ἄλλαν ἐλαύνει θεὸς συμφορὰν τᾶσδε κρείσσω. τὸ κακὸν δ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν χρόνιον, ἀλλ ὅμως ὀναίμαν τύχας. ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι: δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δ οὔ. φίλαι φίλαι, τὰ πάρος οὐκέτι στένομεν οὐδ ἀλγῶ. πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν. ἔχεις, ἐγώ τε σέ: ἡλίους δὲ μυρίους μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ. ἐμὰ δὲ χαρμονὰ δάκρυα: πλέον ἔχει χάριτος ἢ λύπας. τί φῶ· τίς ἂν τάδ ἤλπισεν βροτῶν ποτε· ἀδόκητον ἔχω σε πρὸς στέρνοις. κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν μολεῖν Ἰλίου τε μελέους πύργους. πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης· ἐ` ἔ: πικρὰς ἐς ἀρχὰς βαίνεις, ἐ` ἔ: πικρὰν δ ἐρευνᾷς φάτιν. λέγ: ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων. ἀπέπτυσα μὲν λόγον, οἱο῀ν οἱο῀ν ἐσοίσομαι. ὅμως δὲ λέξον: ἡδύ τοι μόχθων κλύειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기