- 텍스트

Euripides, Helen, episode, lyric

(에우리피데스, Helen, episode, lyric)

γέγηθα, κρατὶ δ ὀρθίους ἐθείρας ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω, περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν, ὦ πόσις, ὡς λάβω.? ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην: ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θ, ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι ξυνομαίμονες ὤλβισαν ὤλβισαν τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας ς ἐμοῦ πρὸς ἄλλαν ἐλαύνει θεὸς συμφορὰν τᾶσδε κρείσσω. τὸ κακὸν δ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν χρόνιον, ἀλλ ὅμως ὀναίμαν τύχας. ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι: δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δ οὔ. φίλαι φίλαι, τὰ πάρος οὐκέτι στένομεν οὐδ ἀλγῶ. πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν. ἔχεις, ἐγώ τε σέ: ἡλίους δὲ μυρίους μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ. ἐμὰ δὲ χαρμονὰ δάκρυα: πλέον ἔχει χάριτος ἢ λύπας. τί φῶ· τίς ἂν τάδ ἤλπισεν βροτῶν ποτε· ἀδόκητον ἔχω σε πρὸς στέρνοις. κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν μολεῖν Ἰλίου τε μελέους πύργους. πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης· ἐ` ἔ: πικρὰς ἐς ἀρχὰς βαίνεις, ἐ` ἔ: πικρὰν δ ἐρευνᾷς φάτιν. λέγ: ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων. ἀπέπτυσα μὲν λόγον, οἱο῀ν οἱο῀ν ἐσοίσομαι. ὅμως δὲ λέξον: ἡδύ τοι μόχθων κλύειν. οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία πετομένας κώπας, πετομένου δ ἔρωτος ἀδίκων γάμων .

. τίς <γάρ> σε δαίμων ἢ πότμος συλᾷ πάτρας· ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μ . . . ἐπέλασεν Νείλῳ. θαυμαστά: τοῦ πέμψαντος· ὦ δεινοὶ λόγοι. κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω δάκρυσιν: ἁ Διός μ ἄλοχος ὤλεσεν. Ἥρα· τί νῷν χρῄζουσα προσθεῖναι κακόν· ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν, ἵνα θεαὶ μορφὰν ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις. τὰ δ ἐς κρίσιν σοι τῶνδ ἔθηχ Ἥρα κακῶν - · Πάριν ὡς ἀφέλοιτο - πῶς· αὔδα. Κύπρις ᾧ μ ἐπένευσεν - ὦ τλᾶμον. τλάμων, τλάμων: ὧδ ἐπέλας Αἰγύπτῳ. εἶτ ἀντέδωκ εἴδωλον, ὡς σέθεν κλύω. τὰ δὲ <σὰ> κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ- τερ, οἲ γώ. τί φῄς· οὐκ ἔστι μάτηρ: ἀγχόνιον δὲ βρόχον δι ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν. ὤμοι: θυγατρὸς δ Ἑρμιόνης ἔστιν βίος· ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει γάμον ἄγαμον <ἐμόν>. ὦ πᾶν κατ ἄκρας δῶμ ἐμὸν πέρσας Πάρις, τάδε καὶ σὲ διώλεσε μυριάδας τε χαλκεόπλων Δαναῶν. ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν ἔβαλε θεὸς ἀπό <τε> πόλεος ἀπό τε σέθεν, ὅτε μέλαθρα λέχεά τ ἔλιπον - οὐ λιποῦς ἐπ αἰσχροῖς γάμοις.?

상위

Helen

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION