호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μενέλαε, μαστεύων σε κιγχάνω μόλις πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα, πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.? τί δ ἔστιν· οὔ που βαρβάρων συλᾶσθ ὕπο· θαῦμ ἔστ, ἔλασσον τοὔνομ ἢ τὸ πρᾶγμ ἔχον. λέγ: ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον. λέγω πόνους σε μυρίους τλῆναι μάτην. παλαιὰ θρηνεῖς πήματ: ἀγγέλλεις δὲ τί· βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς ἀρθεῖς ἄφαντος: οὐρανῷ δὲ κρύπτεται λιποῦσα σεμνὸν ἄντρον οὗ σφ ἐσῴζομεν, τοσόνδε λέξας: Ὦ ταλαίπωροι Φρύγες πάντες τ Ἀχαιοί, δι ἔμ ἐπὶ Σκαμανδρίοις ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε, δοκοῦντες Ἑλένην οὐκ ἔχοντ ἔχειν Πάριν. ἐγὼ δ, ἐπειδὴ χρόνον ἔμειν ὅσον με χρῆν, τὸ μόρσιμον σῴσασα, πατέρ ἐς οὐρανὸν ἄπειμι: φήμας δ ἡ τάλαινα Τυνδαρὶς ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기