호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἥδ αὖ τάφου τοῦδ εἰς ἕδρας ἐγὼ πάλιν στείχω, μαθοῦσα Θεονόης φίλους λόγους, ἣ πάντ ἀληθῶς οἶδε:? φησὶ δ ἐν φάει πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν, πορθμοὺς δ ἀλᾶσθαι μυρίους πεπλωκότα ἐκεῖσε κἀκεῖς οὐδ ἀγύμναστον πλάνοις, ἥξειν <δ> ὅταν δὴ πημάτων λάβῃ τέλος. ἓν δ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται. ἐγὼ δ ἀπέστην τοῦτ ἐρωτῆσαι σαφῶς, ἡσθεῖς ἐπεί νιν εἶπέ μοι σεσῳσμένον. ἐγγὺς δέ νίν που τῆσδ ἔφασκ εἶναι χθονός, ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις. ὤμοι, πόθ ἥξεις· ὡς ποθεινὸς ἂν μόλοις. ἐά, τίς οὗτος· οὔ τί που κρυπτεύομαι Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων· οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ τάφῳ ξυνάψω κῶλον· ἄγριος δέ τις μορφὴν ὅδ ἐστίν, ὅς με θηρᾶται λαβεῖν. σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην τύμβου πὶ κρηπῖδ ἐμπύρους τ ὀρθοστάτας, μεῖνον: τί φεύγεις· ὡς δέμας δείξασα σὸν ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης. ἀδικούμεθ, ὦ γυναῖκες: εἰργόμεσθα γὰρ τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μ ἑλὼν θέλει δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους. οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν. καὶ μὴν στολήν γ ἄμορφον ἀμφὶ σῶμ ἔχεις. στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα. ἵστημ, ἐπεί γε τοῦδ ἐφάπτομαι τόπου. τίς εἶ· τίν ὄψιν σήν, γύναι, προσδέρκομαι· σὺ δ εἶ τίς· αὑτὸς γὰρ σὲ κἄμ ἔχει λόγος. οὐπώποτ εἶδον προσφερέστερον δέμας. ὦ θεοί: θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους. Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή· > Ἑλληνίς: ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν. Ἑλένῃ ς ὁμοίαν δὴ μάλιστ εἶδον, γύναι. ἐγὼ δὲ Μενέλεῴ γε σέ: οὐδ ἔχω τί φῶ. ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον. ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
ποίας δάμαρτος· μὴ θίγῃς ἐμῶν πέπλων. ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ. ὦ φωσφόρ Ἑκάτη, πέμπε φάσματ εὐμενῆ. οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ ὁρᾷς. οὐ μὴν γυναικῶν γ εἷς δυοῖν ἔφυν πόσις. ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς· ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι. οὐκ ἔστιν ἄλλη σή τις ἀντ ἐμοῦ γυνή. οὔ που φρονῶ μὲν εὖ, τὸ δ ὄμμα μου νοσεῖ· οὐ γάρ με λεύσσων σὴν δάμαρθ ὁρᾶν δοκεῖς· τὸ σῶμ ὅμοιον, τὸ δὲ σαφές μ ἀποστερεῖ. σκέψαι: τί σοὐνδεῖ· τίς δὲ σοῦ σοφώτερος· ἐοίκας: οὔτοι τοῦτό γ ἐξαρνήσομαι. τίς οὖν διδάξει ς ἄλλος ἢ τὰ ς ὄμματα· ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτ ἄλλην ἔχω. οὐκ ἦλθον ἐς γῆν Τρῳάδ, ἀλλ εἴδωλον ἦν. καὶ τίς βλέποντα σώματ ἐξεργάζεται· αἰθήρ, ὅθεν σὺ θεοπόνητ ἔχεις λέχη. τίνος πλάσαντος θεῶν· ἀέλπτα γὰρ λέγεις. Ἥρας, διάλλαγμ, ὡς Πάρις με μὴ λάβοι. πῶς οὖν ἂν ἐνθάδ ἦσθά <τ> ἐν Τροίᾳ θ ἅμα· τοὔνομα γένοιτ ἂν πολλαχοῦ, τὸ σῶμα δ οὔ. μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα. λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κέν ἐξάξεις λέχη· καὶ χαῖρέ γ, Ἑλένῃ προσφερὴς ὁθούνεκ εἶ. ἀπωλόμην: λαβοῦσά ς οὐχ ἕξω πόσιν. τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δ οὔ. οἲ ἐγώ: τίς ἡμῶν ἐγένετ ἀθλιωτέρα· οἱ φίλτατοι λείπουσί μ οὐδ ἀφίξομαι Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε. Μενέλαε, μαστεύων σε κιγχάνω μόλις πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα, πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
τί δ ἔστιν· οὔ που βαρβάρων συλᾶσθ ὕπο· θαῦμ ἔστ, ἔλασσον τοὔνομ ἢ τὸ πρᾶγμ ἔχον. λέγ: ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον. λέγω πόνους σε μυρίους τλῆναι μάτην. παλαιὰ θρηνεῖς πήματ: ἀγγέλλεις δὲ τί· βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς ἀρθεῖς ἄφαντος: οὐρανῷ δὲ κρύπτεται λιποῦσα σεμνὸν ἄντρον οὗ σφ ἐσῴζομεν, τοσόνδε λέξας: Ὦ ταλαίπωροι Φρύγες πάντες τ Ἀχαιοί, δι ἔμ ἐπὶ Σκαμανδρίοις ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε, δοκοῦντες Ἑλένην οὐκ ἔχοντ ἔχειν Πάριν. ἐγὼ δ, ἐπειδὴ χρόνον ἔμειν ὅσον με χρῆν, τὸ μόρσιμον σῴσασα, πατέρ ἐς οὐρανὸν ἄπειμι: φήμας δ ἡ τάλαινα Τυνδαρὶς ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία. ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδ ἦσθ ἄρα·
ἐγὼ δέ ς ἄστρων ὡς βεβηκυῖαν μυχοὺς ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν ἡμᾶς τόδ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις. τοῦτ ἔστ ἐκεῖνο: ξυμβεβᾶσιν οἱ λόγοι οἱ τῆσδ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα, ἥ ς εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν. ὦ φίλτατ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι, περί τ ἐπέτασα χέρα φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ. κἀγὼ σέ: πολλοὺς δ ἐν μέσῳ λόγους ἔχων οὐκ οἶδ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기