호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὶν τοὺς Ἀχαιούς, ὦ ξέν, ἐς Τροίαν μολεῖν.? ἀλλ ἑρ´π ἀπ οἴκων: ἔστι γάρ τις ἐν δόμοις τύχη, τύραννος ᾗ ταράσσεται δόμος. καιρὸν γὰρ οὐδέν ἦλθες: ἢν δὲ δεσπότης λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται. εὔνους γάρ εἰμ Ἕλλησιν, οὐχ ὅσον πικροὺς λόγους ἔδωκα δεσπότην φοβουμένη. τί φῶ· τί λέξω· συμφορὰς γὰρ ἀθλίας ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω, εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων ἥκω δάμαρτα καὶ κατ ἄντρα σῴζεται, ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις δάμαρτος ἄλλη τοισίδ ἐνναίει δόμοις. Διὸς δ ἔλεξε παῖδά νιν πεφυκέναι. ἀλλ ἦ τις ἔστι Ζηνὸς ὄνομ ἔχων ἀνὴρ Νείλου παρ ὄχθας· εἷς γὰρ ὅ γε κατ οὐρανόν. Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον· ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται. Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος Τροίας τε· ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν. πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ ὀνόματα ταὔτ ἔχουσι καὶ πόλις πόλει γυνὴ γυναικί τ: οὐδὲν οὖν θαυμαστέον. οὐδ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα: ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας, ὃς ὄνομ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν. κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θ ὃς ἧψά νιν, Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί. δόμων ἄνακτα προσμενῶ: δισσὰς δέ μοι ἔχει φυλάξεις: ἢν μὲν ὠμόφρων τις ᾖ, κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια: ἢν δ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι. κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις, ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα βίον προσαιτεῖν: ἀλλ ἀναγκαίως ἔχει. λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δ ἔπος, δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기