호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους ἐξέπεσον ἐς γῆν τήνδε:? ναῦς δὲ πρὸς πέτρας πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων. τρόπις δ ἐλείφθη ποικίλων ἁρμοσμάτων, ἐφ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω. ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς οὐκ οἶδα: ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην ὥσθ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας κρύπτων ὑπ αἰδοῦς τῆς τύχης. ὅταν δ ἀνὴρ πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος. χρεία δὲ τείρει μ: οὔτε γὰρ σῖτος πάρα οὔτ ἀμφὶ χρῶτ ἐσθῆτες: αὐτὰ δ εἰκάσαι πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι. πέπλους δὲ τοὺς πρὶν λαμπρά τ ἀμφιβλήματα χλιδάς τε πόντος ἡρ´πας: ἐν δ ἄντρου μυχοῖς κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ ἄρξασαν ἥκω τούς τε περιλελειμμένους φίλων φυλάσσειν τἄμ ἀναγκάσας λέχη. μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις τὰ πρόσφορ ἤν πως ἐξερευνήσας λάβω. ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός, προσῆλθον: ἐλπὶς δ ἔκ γε πλουσίων δόμων λαβεῖν τι ναύταις: ἐκ δὲ μὴ ἐχόντων βίον - οὐδ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기