- 텍스트

Euripides, Helen, episode, dialogue

(에우리피데스, Helen, episode, dialogue)

ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε, εἴθ ὤφελες τόθ, ἡνίκ ἔρανον εἰς θεοὺς πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον, πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε, ὃς ἐξέφυσεν Αἐρόπης λέκτρων ἄπο Ἀγαμέμνον ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν:? πλεῖστον γὰρ οἶμαι - καὶ τόδ οὐ κόμπῳ λέγω - στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι, τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν, ἑκοῦσι δ ἄρξας Ἑλλάδος νεανίαις. καὶ τοὺς μὲν οὐκέτ ὄντας ἀριθμῆσαι πάρα, τοὺς δ ἐκ θαλάσσης ἀσμένους πεφευγότας, νεκρῶν φέροντας ὀνόματ εἰς οἴκους πάλιν. ἐγὼ δ ἐπ οἶδμα πόντιον γλαυκῆς ἁλὸς τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν. Λιβύης τ ἐρήμους ἀξένους τ ἐπιδρομὰς πέπλευκα πάσας: χὥταν ἐγγὺς ὦ πάτρας, πάλιν μ ἀπωθεῖ πνεῦμα, κοὔποτ οὔριον ἐσῆλθε λαῖφος ὥστε μ ἐς πάτραν μολεῖν. καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους ἐξέπεσον ἐς γῆν τήνδε:

ναῦς δὲ πρὸς πέτρας πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων. τρόπις δ ἐλείφθη ποικίλων ἁρμοσμάτων, ἐφ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω. ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς οὐκ οἶδα: ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην ὥσθ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας κρύπτων ὑπ αἰδοῦς τῆς τύχης. ὅταν δ ἀνὴρ πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος. χρεία δὲ τείρει μ: οὔτε γὰρ σῖτος πάρα οὔτ ἀμφὶ χρῶτ ἐσθῆτες: αὐτὰ δ εἰκάσαι πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι. πέπλους δὲ τοὺς πρὶν λαμπρά τ ἀμφιβλήματα χλιδάς τε πόντος ἡρ´πας: ἐν δ ἄντρου μυχοῖς κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ ἄρξασαν ἥκω τούς τε περιλελειμμένους φίλων φυλάσσειν τἄμ ἀναγκάσας λέχη. μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις τὰ πρόσφορ ἤν πως ἐξερευνήσας λάβω. ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός, προσῆλθον: ἐλπὶς δ ἔκ γε πλουσίων δόμων λαβεῖν τι ναύταις: ἐκ δὲ μὴ ἐχόντων βίον - οὐδ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν. ὠή:

τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι, ὅστις διαγγείλειε τἄμ ἔσω κακά· τίς πρὸς πύλαισιν·

οὐκ ἀπαλλάξῃ δόμων καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις ὄχλον παρέξεις δεσπόταις· ἢ κατθανῇ Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί. ὦ γραῖα, ταὐτὰ ταῦτ ἔπη κἄλλως λέγειν ἔξεστι, πείσομαι γάρ: ἀλλ ἄνες λόγον. ἄπελθ: ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε, μηδένα πελάζειν τοισίδ Ἑλλήνων δόμοις. ἆ: μὴ προσείλει χεῖρα μηδ ὤθει βίᾳ. πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δ αἴτιος. ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς. . . . πικρῶς ἄρ οἶμαί γ ἀγγελεῖν τοὺς σοὺς λόγους. ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος. οἶκον πρὸς ἄλλον νύν τιν ἀντὶ τοῦδ ἴθι. οὔκ, ἀλλ ἔσω πάρειμι: καὶ σύ μοι πιθοῦ. ὀχληρὸς ἴσθ ὤν: καὶ τάχ ὠσθήσῃ βίᾳ. αἰαῖ: τὰ κλεινὰ ποῦ στί μοι στρατεύματα· οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ, οὐκ ἐνθάδε. ὦ δαῖμον, ὡς ἀνάξι ἠτιμώμεθα. τί βλέφαρα τέγγεις δάκρυσι· πρὸς τίν οἰκτρὸς εἶ· πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας. οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις· τίς δ ἥδε χώρα· τοῦ δὲ βασίλειοι δόμοι· Πρωτεὺς τάδ οἰκεῖ δώματ, Αἴγυπτος δὲ γῆ. Αἴγυπτος· ὦ δύστηνος, οἷ πέπλευκ ἄρα. τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος· οὐ τοῦτ ἐμέμφθην: τὰς ἐμὰς στένω τύχας. πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος. ἔστ οὖν ἐν οἴκοις ὅντιν ὀνομάζεις ἄναξ· τόδ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ ἄρχει χθονός. ποῦ δῆτ ἂν εἰή· πότερον ἐκτὸς ἢ ν δόμοις· οὐκ ἔνδον: Ἕλλησιν δὲ πολεμιώτατος. τίν αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ· Ἑλένη κατ οἴκους ἐστὶ τούσδ ἡ τοῦ Διός. πῶς φῄς· τίν εἶπας μῦθον· αὖθίς μοι φράσον. ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτ ἦν. πόθεν μολοῦσα· τίνα τὸ πρᾶγμ ἔχει λόγον· Λακεδαίμονος γῆς δεῦρο νοστήσας ἄπο. πότε· οὔ τί που λελῄσμεθ ἐξ ἄντρων λέχος· πρὶν τοὺς Ἀχαιούς, ὦ ξέν, ἐς Τροίαν μολεῖν.

ἀλλ ἑρ´π ἀπ οἴκων: ἔστι γάρ τις ἐν δόμοις τύχη, τύραννος ᾗ ταράσσεται δόμος. καιρὸν γὰρ οὐδέν ἦλθες: ἢν δὲ δεσπότης λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται. εὔνους γάρ εἰμ Ἕλλησιν, οὐχ ὅσον πικροὺς λόγους ἔδωκα δεσπότην φοβουμένη. τί φῶ· τί λέξω· συμφορὰς γὰρ ἀθλίας ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω, εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων ἥκω δάμαρτα καὶ κατ ἄντρα σῴζεται, ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις δάμαρτος ἄλλη τοισίδ ἐνναίει δόμοις. Διὸς δ ἔλεξε παῖδά νιν πεφυκέναι. ἀλλ ἦ τις ἔστι Ζηνὸς ὄνομ ἔχων ἀνὴρ Νείλου παρ ὄχθας· εἷς γὰρ ὅ γε κατ οὐρανόν. Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον· ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται. Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος Τροίας τε· ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν. πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ ὀνόματα ταὔτ ἔχουσι καὶ πόλις πόλει γυνὴ γυναικί τ: οὐδὲν οὖν θαυμαστέον. οὐδ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα: ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας, ὃς ὄνομ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν. κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θ ὃς ἧψά νιν, Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί. δόμων ἄνακτα προσμενῶ: δισσὰς δέ μοι ἔχει φυλάξεις: ἢν μὲν ὠμόφρων τις ᾖ, κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια: ἢν δ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι. κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις, ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα βίον προσαιτεῖν: ἀλλ ἀναγκαίως ἔχει. λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δ ἔπος, δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.?

상위

Helen

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION