호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φίλαι, λόγους ἐδεξάμαν:? βᾶτε βᾶτε δ ἐς δόμους, ἀγῶνας ἐντὸς οἴκων ὡς πύθησθε τοὺς ἐμούς. θέλουσαν οὐ μόλις καλεῖς. ἰὼ μέλεος ἁμέρα. τίν ἄρα τάλαινα τίνα δακρυό- εντα λόγον ἀκούσομαι· μὴ πρόμαντις ἀλγέων προλάμβαν, ὦ φίλα, γόους. τί μοι πόσις μέλεος ἔτλα· πότερα δέρκεται φάος τέθριππά θ ἁλίου κέλευθά τ ἀστέρων, ἢ ν νέκυσι κατὰ χθονὸς τὰν χρόνιον ἔχει τύχαν· ἐς τὸ φέρτερον τίθει τὸ μέλλον, ὅ τι γενήσεται. σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα, τὸν ὑδρόεντι δόνακι χλωρὸν Εὐρώταν, θανόντος εἰ βάξις ἔτυμος ἀνδρὸς ἅδε μοι - τί τάδ ἀσύνετα· - φόνιον αἰώρημα διὰ δέρης ὀρέξομαι, ἢ ξιφοκτόνον δίωγμα λαιμορρύτου σφαγᾶς αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν, θῦμα τριζύγοις θεαῖσι τῷ τε σήραγγας Ἰδαί ας ἐνίζοντι Πριαμί δᾳ ποτ ἀμφὶ βουστάθμους. ἄλλος ἀποτροπὰ κακῶν γένοιτο, τὸ δὲ σὸν εὐτυχές.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기