- 텍스트

Euripides, Helen, episode, lyric

(에우리피데스, Helen, episode, lyric)

φίλαι, λόγους ἐδεξάμαν:? βᾶτε βᾶτε δ ἐς δόμους, ἀγῶνας ἐντὸς οἴκων ὡς πύθησθε τοὺς ἐμούς. θέλουσαν οὐ μόλις καλεῖς. ἰὼ μέλεος ἁμέρα. τίν ἄρα τάλαινα τίνα δακρυό- εντα λόγον ἀκούσομαι· μὴ πρόμαντις ἀλγέων προλάμβαν, ὦ φίλα, γόους. τί μοι πόσις μέλεος ἔτλα· πότερα δέρκεται φάος τέθριππά θ ἁλίου κέλευθά τ ἀστέρων, ἢ ν νέκυσι κατὰ χθονὸς τὰν χρόνιον ἔχει τύχαν· ἐς τὸ φέρτερον τίθει τὸ μέλλον, ὅ τι γενήσεται. σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα, τὸν ὑδρόεντι δόνακι χλωρὸν Εὐρώταν, θανόντος εἰ βάξις ἔτυμος ἀνδρὸς ἅδε μοι - τί τάδ ἀσύνετα· - φόνιον αἰώρημα διὰ δέρης ὀρέξομαι, ἢ ξιφοκτόνον δίωγμα λαιμορρύτου σφαγᾶς αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν, θῦμα τριζύγοις θεαῖσι τῷ τε σήραγγας Ἰδαί ας ἐνίζοντι Πριαμί δᾳ ποτ ἀμφὶ βουστάθμους. ἄλλος ἀποτροπὰ κακῶν γένοιτο, τὸ δὲ σὸν εὐτυχές. ἰὼ Τροία τάλαινα, δι ἔργ ἄνεργ ὄλλυσαι μέλεά τ ἔτλας:

τὰ δ ἐμὰ δῶρα Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα, πολὺ δὲ δάκρυον: ἄχεά τ ἄχεσι, δάκρυα δάκρυσιν ἔλαβε, πάθεα. . . . ματέρες τε παῖδας ὄλεσαν, ἀπὸ δὲ παρθένοι κόμας ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον ἀμφὶ Φρύγιον οἶδμα. βοὰν βοὰν δ Ἑλλὰς κελάδησε κἀνοτότυξεν, ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν, ὄνυχι δ ἁπαλόχροα γένυν δεῦσε φονίαισι πλαγαῖς. ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις, ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον, ἁ μορφᾷ θηρῶν λαχνογυίων - ὄμματι λάβρῷ σχῆμα λεαίνης - ἐξαλλάξας ἄχθεα λύπης:

ἅν τέ ποτ Ἄρτεμις ἐξεχορεύσατο χρυσοκέρατ ἔλαφον Μέροπος Τιτανίδα κούραν καλλοσύνας ἕνεκεν: τὸ δ ἐμὸν δέμας ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας ὀλομένους τ Ἀχαιούς.?

상위

Helen

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION