- 텍스트

Euripides, Helen, episode 4:

(에우리피데스, Helen, episode 4:)

τί δῆτ ἔτι ζῶ·? τίν ὑπολείπομαι τύχην· γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς, μετ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν τράπεζαν ἵζους· ἀλλ ὅταν πόσις πικρὸς ξυνῇ γυναικί, καὶ τὸ σῶμ ἐστιν πικρόν. θανεῖν κράτιστον: πῶς θάνοιμ ἂν οὐ καλῶς· ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι, κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται: σφαγαὶ δ ἔχουσιν εὐγενές τι καὶ καλόν, σμικρὸν δ ὁ καιρὸς σάρκ ἀπαλλάξαι βίου. ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν: αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς γυναῖκες, ἡμᾶς δ αὐτὸ τοῦτ ἀπώλεσεν. Ἑλένη, τὸν ἐλθόνθ, ὅστις ἐστὶν ὁ ξένος, μὴ πάντ ἀληθῆ δοξάσῃς εἰρηκέναι. καὶ μὴν σαφῶς γ ἔλεξ ὀλωλέναι πόσιν. πόλλ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη. καὶ τἄμπαλίν γε τῶνδ ἀληθείᾳ σαφῆ. ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ. φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μ ἄγει. πῶς δ εὐμενείας τοισίδ ἐν δόμοις ἔχεις· πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους. οἶσθ οὖν ὃ δρᾶσον· μνήματος λιποῦς ἕδραν - ἐς ποῖον ἑρ´πεις μῦθον ἢ παραίνεσιν· ἐλθοῦς ἐς οἴκους, ἣ τὰ πάντ ἐπίσταται, τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης, πυθοῦ πόσιν σὸν Θεονόης, εἴτ ἔστ ἔτι εἴτ ἐκλέλοιπε φέγγος: ἐκμαθοῦσα δ εὖ πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τ ἔχε. πρὶν δ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον λυπουμένῃ γένοιτ ἄν· ἀλλ ἐμοὶ πιθοῦ: τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ: ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν ἔχους ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω· θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους καὶ συμπυθέσθαι παρθένου θεσπίσματα: γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION