- 텍스트

Euripides, Hecuba, episode, iambics 6:

(에우리피데스, Hecuba, episode, iambics 6:)

φεῦ.? οὐκ ἔστι θνητῶν ὅστις ἔστ ἐλεύθερος: ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης, ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις. ἐπεὶ δὲ ταρβεῖς τῷ τ ὄχλῳ πλέον νέμεις, ἐγώ σε θήσω τοῦδ ἐλεύθερον φόβου. σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν τῷ τόνδ ἀποκτείναντι, συνδράσῃς δὲ μή. ἢν δ ἐξ Ἀχαιῶν θόρυβος ἢ πικουρία πάσχοντος ἀνδρὸς Θρῃκὸς οἱᾶ πείσεται φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν. τὰ δ ἄλλα - θάρσει - πάντ ἐγὼ θήσω καλῶς. πῶς οὖν· τί δράσεις· πότερα φάσγανον χερὶ λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς, ἢ φαρμάκοισιν ἢ πικουρίᾳ τινί· τίς σοι ξυνέσται χείρ· πόθεν κτήσῃ φίλους· στέγαι κεκεύθας αἵδε Τρῳάδων ὄχλον. τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν· σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι. καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος· δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον. δεινόν: τὸ μέντοι θῆλυ μέμφομαι γένος. τί δ· οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν· ἀλλ ὣς γενέσθω: τόνδε μὲν μέθες λόγον, πέμψον δέ μοι τήνδ ἀσφαλῶς διὰ στρατοῦ γυναῖκα. - καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ λέξον: Καλεῖ ς ἄνασσα δή ποτ Ἰλίου Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος, καὶ παῖδας: ὡς δεῖ καὶ τέκν εἰδέναι λόγους τοὺς ἐξ ἐκείνης. - τὸν δὲ τῆς νεοσφαγοῦς Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον, ὡς τώδ ἀδελφὼ πλησίον μιᾷ φλογί, δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί. ἔσται τάδ οὕτω: καὶ γὰρ εἰ μὲν ἦν στρατῷ πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν: νῦν δ, οὐ γὰρ ἱής οὐρίους πνοὰς θεός, μένειν ἀνάγκη πλοῦν ὁρῶντ ἐς ἥσυχον. γένοιτο δ εὖ πως: πᾶσι γὰρ κοινὸν τόδε, ἰδίᾳ θ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.?

상위

Hecuba

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION