호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμοι τάλαινα, ποῖ μ ὑπεξάγεις πόδα·? ἐοίκα πράξειν οὐδέν: ὦ τάλαιν ἐγώ. τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν μισθοὺς διδόντες μανθάνειν, ἵν ἦν ποτε πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ ἅμα· πῶς οὖν ἔτ ἄν τις ἐλπίσαι πράξειν καλῶς· οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ εἰσί μοι, αὕτη δ ἐπ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι: καπνὸν δὲ πόλεως τόνδ ὑπερθρῴσκονθ ὁρῶ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기