호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποῦ δ ὢν ἐτύγχαν, ἡνίκ ὤλλυτο πτόλις·? πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν. ποῖ τῶν τότ ὄντων χωρίσας τέκνων μόνον· ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών. πρὸς ἄνδρ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός· ἐνταῦθ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ. θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών· τίνος γ ὑπ ἄλλου· Θρῄξ νιν ὤλεσε ξένος. ὦ τλῆμον: ἦ που χρυσὸν ἠράσθη λαβεῖν· τοιαῦτ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν. ηὑρ῀ες δὲ ποῦ νιν· ἢ τίς ἤνεγκεν νεκρόν· ἥδ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι. τοῦτον ματεύους ἢ πονοῦς ἄλλον πόνον· λούτρ ᾤχετ οἴσους ἐξ ἁλὸς Πολυξένῃ. κτανών νιν, ὡς ἐοίκεν, ἐκβάλλει ξένος. θαλασσόπλαγκτόν γ, ὧδε διατεμὼν χρόα. ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων. ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν. φεῦ φεῦ: τίς οὕτω δυστυχὴς ἔφυ γυνή· οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις. ἀλλ ὧνπερ οὕνεκ ἀμφὶ σὸν πίπτω γόνυ ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ, στέργοιμ ἄν: εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου, ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω δείσας δέδρακεν ἔργον ἀνοσιώτατον, κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί, ξενίας τ ἀριθμῷ πρῶτ ἔχων ἐμῶν φίλων, τυχὼν δ ὅσων δεῖ - . καὶ λαβὼν προμηθίαν ἔκτεινε: τύμβου δ, εἰ κτανεῖν ἐβούλετο, οὐκ ἠξίωσεν, ἀλλ ἀφῆκε πόντιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기