- 텍스트

Euripides, Hecuba, episode, iambics

(에우리피데스, Hecuba, episode, iambics)

ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.? ἀλλ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι. Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ ἐλθοῦς, ἐφ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι μὴ θιγγάνειν σῆς μηδέν Ἀργείων κόρης· ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδ ἐψαύομεν: σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ. ἥκω δ ἀποστελῶν σε: τἀκεῖθεν γὰρ εὖ πεπραγμέν ἐστίν - εἴ τι τῶνδ ἐστὶν καλῶς. ἐά: τίν ἄνδρα τόνδ ἐπὶ σκηναῖς ὁρῶ θανόντα Τρώων· οὐ γὰρ Ἀργεῖον πέπλοι δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι. δύστην, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ, Ἑκάβη, τί δράσω· πότερα προσπέσω γόνυ Ἀγαμέμνονος τοῦδ ἢ φέρω σιγῇ κακά· τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν δύρῃ, τὸ πραχθὲν δ οὐ λέγεις· - τίς ἔσθ ὅδε· ἀλλ, εἴ με δούλην πολεμίαν θ ἡγούμενος γονάτων ἀπώσαιτ, ἄλγος ἂν προσθείμεθ ἄν. οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων. ἆρ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς μᾶλλον φρένας τοῦδ, ὄντος οὐχὶ δυσμενοῦς· εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι, ἐς ταὐτὸν ἥκεις: καὶ γὰρ οὐδ ἐγὼ κλύειν. οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε· τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. - Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων καὶ σοῦ γενείου δεξιᾶς τ εὐδαίμονος . . . τί χρῆμα μαστεύουσα· μῶν ἐλεύθερον αἰῶνα θέσθαι· ῥᾴδιον γάρ ἐστί σοι. οὐ δῆτα: τοὺς κακοὺς δὲ τιμωρουμένη αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω. καὶ δὴ τίν ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς· οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. - ὁρᾷς νεκρὸν τόνδ, οὗ καταστάζω δάκρυ· ὁρῶ: τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν. τοῦτόν ποτ ἔτεκον κἄφερον ζώνης ὕπο. ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων· οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ Ἰλίῳ. ἦ γάρ τιν ἄλλον ἔτεκες ἢ κείνους, γύναι· ἀνόνητά γ, ὡς ἐοίκε, τόνδ ὃν εἰσορᾷς.?

상위

Hecuba

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION