호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων ἐμῶν ὄψιν:? ὦ κατάρατ ἀνδρῶν, ὡς διεμοιράσω χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ μέλεα τοῦδε παιδὸς οὐδ ᾤκτισας. οὔ με παρέβα φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ, ὦ τέκνον, οὐκέτ ὄντα Διὸς ἐν φάει. τίς γάρ νιν ἔκτειν· οἶσθ ὀνειρόφρων φράσαι· ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας, ἵν ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας. οἴμοι, τί λέξεις· χρυσὸν ὡς ἔχοι κτανών· ἄρρητ ἀνωνόμαστα, θαυμάτων πέρα, οὐχ ὅσι οὐδ ἀνεκτά. ποῦ δίκα ξένων·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기