호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμοι, βλέπω δὴ παῖδ ἐμὸν τεθνηκότα, Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζ οἴκοις ἀνήρ.? ἀπωλόμην δύστηνος, οὐκέτ εἰμὶ δή. ὦ τέκνον τέκνον, αἰαῖ, κατάρχομαι γόων, βακχεῖον ἐξ ἀλάστορος ἀρτιμαθῆ νόμον. ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ· ἄπιστ ἄπιστα, καινὰ καινὰ δέρκομαι. ἕτερα δ ἀφ ἑτέρων κακὰ κακῶν κυρεῖ: οὐδέ ποτ ἀστένακτος ἀδάκρυτος ἁ- μέρα μ ἐπισχήσει. δείν, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기