호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἲ ἐγὼ μελέα, τί ποτ ἀπύσω·? ποίαν ἀχώ, ποῖον ὀδυρμόν, δειλαία δειλαίου γήρως, δουλείας τᾶς οὐ τλατᾶς, τᾶς οὐ φερτᾶς· οἴμοι. τίς ἀμύνει μοι· ποία γέννα, ποία δὲ πόλις· φροῦδος πρέσβυς, φροῦδοι παῖδες. ποίαν ἢ ταύταν ἢ κείναν στείχω· ποῖ δ ἥσω· ποῦ τις θεῶν ἢ δαιμόνων ἐπαρωγός· ὦ κάκ ἐνεγκοῦσαι, Τρῳάδες ὦ κάκ ἐνεγκοῦσαι πήματ, ἀπωλέσατ ὠλέσατ: οὐκέτι μοι βίος ἀγαστὸς ἐν φάει. ὦ τλάμων ἅγησαί μοι πούς, ἅγησαι τᾷ γηραιᾷ πρὸς τάνδ αὐλάν: ὦ τέκνον, ὦ παῖ, δυστανοτάτας ματέρος - ἔξελθ ἔξελθ οἴκων - ἀιέ ματέρος αὐδάν. ὦ τέκνον ὡς εἰδῇς οἱάν οἱάν ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기