호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων:? ὡς μᾶλλον ἢ χρῆν ἤλας εἰς ὀργὴν πόσιν. ὀψὲ στενάζεις, ἡνίκ οὐκ ἔχεις ἄκη. πατὴρ μὲν οὖν τέθνηκε: τὸν δ ἔξω χθονὸς πῶς οὐ κομίζῃ παῖδ ἀλητεύοντα σόν· δέδοικα: τοὐμὸν δ, οὐχὶ τοὐκείνου, σκοπῶ. πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ. τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις· τρόποι τοιοῦτοι: καὶ σὺ δ αὐθάδης ἔφυς. ἀλγῶ γάρ: ἀλλὰ παύσομαι θυμουμένη. καὶ μὴν ἐκεῖνος οὐκέτ ἔσται σοι βαρύς. φρονεῖ μέγ: ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις. ὁρᾷς· ἀν αὖ σὺ ζωπυρεῖς νείκη νέα. σιγῶ: δέδοικα γάρ νιν ὡς δέδοικ ἐγώ. παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μ ἐκάλεις, τέκνον· ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων: τούτων ὕπερ μοι θῦσον - οὐ γὰρ οἶδ ἐγώ - δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται: τρίβων γὰρ οὐκ εἴμ, ἄτοκος οὖς ἐν τῷ πάρος. ἄλλης τόδ ἔργον, ἥ ς ἔλυσεν ἐκ τόκων. αὐτὴ λόχευον κἄτεκον μόνη βρέφος. οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων· πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους. ἀλλ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον θύσω θεοῖσι: σοὶ δ ὅταν πράξω χάριν τήνδ, εἶμ ἐπ ἀγρὸν οὗ πόσις θυηπολεῖ νύμφαισιν. ἀλλὰ τούσδ ὄχους, ὀπάονες, φάτναις ἄγοντες πρόσθεθ: ἡνίκ ἂν δέ με δοκῆτε θυσίας τῆσδ ἀπηλλάχθαι θεοῖς, πάρεστε: δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν. χώρει πένητας ἐς δόμους: φρούρει δέ μοι μή ς αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους. θύσεις γὰρ οἱᾶ χρή σε δαίμοσιν θύη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기