- 텍스트

Euripides, episode, anapests 4:

(에우리피데스, episode, anapests 4:)

λέγοιμ ἄν:? ἀρχὴ δ ἥδε μοι προοιμίου: εἴθ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας. τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν Ἑλένης τε καὶ σοῦ, δύο δ ἔφυτε συγγόνω, ἄμφω ματαίω Κάστορός τ οὐκ ἀξίω. ἣ μὲν γὰρ ἁρπασθεῖς ἑκοῦς ἀπώλετο, σὺ δ ἄνδρ ἄριστον Ἑλλάδος διώλεσας, σκῆψιν προτείνους, ὡς ὑπὲρ τέκνου πόσιν ἔκτεινας: οὐ γάρ ς ὡς ἔγωγ ἴσασιν εὖ. ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς, νέον τ ἀπ οἴκων ἀνδρὸς ἐξωρμημένου, ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης. γυνὴ δ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων ἐς κάλλος ἀσκεῖ, διάγραφ ὡς οὖσαν κακήν. οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν. μόνη δὲ πασῶν οἶδ ἐγὼ ς Ἑλληνίδων, εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην, εἰ δ ἥσσον εἰή, συννεφοῦσαν ὄμματα, Ἀγαμέμνον οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν. καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι: ἄνδρ εἶχες οὐ κακίον Αἰγίσθου πόσιν, ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην: Ἑλένης δ ἀδελφῆς τοιάδ ἐξειργασμένης ἐξῆν κλέος σοι μέγα λαβεῖν: τὰ γὰρ κακὰ παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ ἔχει.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION