호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπραξε δεινά, δεινὰ δ ἀντέδωκε σοὶ καὶ τῷδ:? ἔχει γὰρ ἡ Δίκη μέγα σθένος. εἰε῟ν: κομίζειν τοῦδε σῶμ ἔσω χρεὼν σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν. ἐπίσχες: ἐμβάλωμεν εἰς ἄλλον λόγον. τί δ· ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ· οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μ ἐγείνατο. καλῶς ἄρ ἄρκυν ἐς μέσην πορεύεται - καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται. τί δῆτα δρῶμεν· μητέρ ἦ φονεύσομεν· μῶν ς οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας· φεῦ: πῶς γὰρ κτάνω νιν, ἥ μ ἔθρεψε κἄτεκεν· ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν. ὦ Φοῖβε, πολλήν γ ἀμαθίαν ἐθέσπισας - ὅπου δ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί· ὅστις μ ἔχρησας μητέρ, ἣν οὐ χρῆν, κτανεῖν. βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν· μητροκτόνος νῦν φεύξομαι, τόθ ἁγνὸς ὤν. καὶ μή γ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ. ἐγὼ δὲ μητρὸς - · τῷ φόνου δώσω δίκας· τῷ δ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν· ἆρ αὔτ ἀλάστωρ εἶπ ἀπεικασθεὶς θεῷ· ἱερὸν καθίζων τρίποδ· ἐγὼ μὲν οὐ δοκῶ. οὐδ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε. οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ. ἀλλ ἦ τὸν αὐτὸν τῇδ ὑποστήσω δόλον· ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών. ἔσειμι: δεινοῦ δ ἄρχομαι προβλήματος καὶ δεινὰ δράσω γε - εἰ θεοῖς δοκεῖ τάδε, ἔστω: πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기