호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃ δ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα, ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων:? τὰ δ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον. ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα. ἣ μὲν γὰρ αἰεὶ παραμένους αἴρει κακά: ὁ δ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν ἐξέπτατ οἴκων, σμικρὸν ἀνθήσας χρόνον. ἃ δ ἐς γυναῖκας - παρθένῳ γὰρ οὐ καλὸν λέγειν - σιωπῶ, γνωρίμως δ αἰνίξομαι. ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους κάλλει τ ἀραρώς. ἀλλ ἔμοιγ εἰή πόσις μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου. τὰ γὰρ τέκν αὐτῶν Ἄρεος ἐκκρεμάννυται, τὰ δ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기