- 텍스트

Euripides, episode

(에우리피데스, episode)

ἐά ἐά:? φίλαι, βοῆς ἠκούσατ - ἢ δοκὼ κενὴ ὑπῆλθέ μ· - ὥστε νερτέρα βροντὴ Διός· ἰδού, τάδ οὐκ ἄσημα πνεύματ αἴρεται: δέσποιν, ἄμειψον δώματ, Ἠλέκτρα, τάδε. φίλαι, τί χρῆμα· πῶς ἀγῶνος ἥκομεν· οὐκ οἶδα πλὴν ἕν: φόνιον οἰμωγὴν κλύω. ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλ ὅμως. μακρὰν γὰρ ἑρ´πει γῆρυς, ἐμφανής γε μήν. Ἀργεῖος ὁ στεναγμός: ἦ φίλων ἐμῶν· οὐκ οἶδα: πᾶν γὰρ μείγνυται μέλος βοῆς. σφαγὴν ἀυτεῖς τήνδε μοι: τί μέλλομεν· ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν. οὐκ ἔστι: νικώμεσθα: ποῦ γὰρ ἄγγελοι· ἥξουσιν: οὔτοι βασιλέα φαῦλον κτανεῖν. ὦ καλλίνικοι παρθένοι Μυκηνίδες, νικῶντ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις, Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ Αἴγισθον: ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών. τίς δ εἶ σύ· πῶς μοι πιστὰ σημαίνεις τάδε· οὐκ οἶσθ ἀδελφοῦ μ εἰσορῶσα πρόσπολον· ὦ φίλτατ, ἔκ τοι δείματος δυσγνωσίαν εἶχον προσώπου: νῦν δὲ γιγνώσκω σε δή. τί φῄς· τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς· τέθνηκε: δίς σοι ταὔθ, ἃ γοῦν βούλῃ, λέγω. ὦ θεοί, Δίκη τε πάνθ ὁρῶς, ἦλθές ποτε. ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου κτείνει Θυέστου παῖδα· βούλομαι μαθεῖν. ἐπεὶ μελάθρων τῶνδ ἀπήραμεν πόδα, ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν ἔνθ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ. κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς, δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους: ἰδών τ ἀυτεῖ: Χαίρετ, ὦ ξένοι: τίνες πόθεν πορεύεσθ· ἔστε τ ἐκ ποίας χθονός· ὁ δ εἶπ Ὀρέστης: Θεσσαλοί: πρὸς δ Ἀλφεὸν θύσοντες ἐρχόμεσθ Ὀλυμπίῳ Διί. κλύων δὲ ταῦτ Αἴγισθος ἐννέπει τάδε: νῦν μὲν παρ ἡμῖν χρὴ συνεστίους ἐμοὶ θοίνης γενέσθαι: τυγχάνω δὲ βουθυτῶν νύμφαις: ἑῷοι δ ἐξαναστάντες λέχους ἐς ταὐτὸν ἥξετ. ἀλλ ἰώμεν ἐς δόμους - καὶ ταῦθ ἅμ ἠγόρευε καὶ χερὸς λαβὼν παρῆγεν ἡμᾶς - οὐδ ἀπαρνεῖσθαι χρεών: ἐπεὶ δ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε: λούτρ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω, ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας. ἀλλ εἶπ Ὀρέστης: Ἀρτίως ἡγνίσμεθα λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο. εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών, Αἴγισθ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ, ἄναξ. τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον:

λαβὲ σίδηρον, ὦ ξένε, δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν. λόγχας δὲ θέντες δεσπότου φρουρήματα δμῶες πρὸς ἔργον πάντες ἱέσαν χέρας: οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ ᾖρον κανᾶ, ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ ἐσχάρας λέβητας ὤρθουν: πᾶσα δ ἐκτύπει στέγη. λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν ἔβαλλε βωμούς, τοιάδ ἐννέπων ἔπη: νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν καὶ τὴν κατ οἴκους Τυνδαρίδα δάμαρτ ἐμὴν πράσσοντας ὡς νῦν, τοὺς δ ἐμοὺς ἐχθροὺς κακῶς - λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ ἐμὸς τἀναντί ηὔχετ, οὐ γεγωνίσκων λόγους, λαβεῖν πατρῷα δώματ. ἐκ κανοῦ δ ἑλὼν Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα τεμὼν ἐφ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ, κἄσφαξ ἐπ ὤμων μόσχον ὡς ἦραν χεροῖν δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε: Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς εἶναι τόδ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς ἵππους τ ὀχμάζει: ὁ δ εὐκρότητον Δωρίδ ἁρπάσας χεροῖν, ῥίψας ἀπ ὤμων εὐπρεπῆ πορπάματα, Πυλάδην μὲν εἵλετ ἐν πόνοις ὑπηρέτην, δμῶας δ ἀπωθεῖ:

καὶ λαβὼν μόσχου πόδα, λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα: θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς δισσοὺς διαύλους ἱππίους διήνυσε, κἀνεῖτο λαγόνας. ἱερὰ δ ἐς χεῖρας λαβὼν Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς. χὣ μὲν σκυθράζει, δεσπότης δ ἀνιστορεῖ: τί χρῆμ ἀθυμεῖς· - ὦ ξέν, ὀρρωδῶ τινα δόλον θυραῖον. ἔστι δ ἔχθιστος βροτῶν Ἀγαμέμνονος παῖς πολέμιός τ ἐμοῖς δόμοις: ὃ δ εἶπε: φυγάδος δῆτα δειμαίνεις δόλον, πόλεως ἀνάσσων· οὐχ, ὅπως παστήρια θοινασόμεσθα, Φθιάδ ἀντὶ Δωρικῆς οἴσει τις ἡμῖν κοπίδ, ἀπορρήξω χέλυν· λαβὼν δὲ κόπτει. σπλάγχνα δ Αἴγισθος λαβὼν ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω ὄνυχας ἐπ ἄκρους στὰς κασίγνητος σέθεν ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ ἔρρηξεν ἄρθρα: πᾶν δὲ σῶμ ἄνω κάτω ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ. δμῶες δ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ, πολλοὶ μάχεσθαι πρὸς δύ:

αἷμα δ αἵματος πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν. ἀνδρείας δ ὕπο ἔστησαν ἀντίπρῳρα σείοντες βέλη Πυλάδης Ὀρέστης τ. εἶπε δ: οὐχὶ δυσμενὴς ἥκω πόλει τῇδ οὐδ ἐμοῖς ὀπάοσιν, φονέα δὲ πατρὸς ἀντετιμωρησάμην τλήμων Ὀρέστης: ἀλλὰ μή με καίνετε, πατρὸς παλαιοὶ δμῶες. οἳ δ, ἐπεὶ λόγων ἤκουσαν, ἔσχον κάμακας: ἐγνώσθη δ ὑπὸ γέροντος ἐν δόμοισιν ἀρχαίου τινός. στέφουσι δ εὐθὺς σοῦ κασιγνήτου κάρα χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ κάρα πιδείξων οὐχὶ Γοργόνος φέρων, ἀλλ ὃν στυγεῖς Αἴγισθον:?

상위

Euripides (에우리피데스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION