호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς.? οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων. ξένοι τινὲς παρ οἶκον οἵδ ἐφεστίους εὐνὰς ἔχοντες ἐξανίστανται λόχου: φυγῇ σὺ μὲν κατ οἶμον, ἐς δόμους δ ἐγὼ φῶτας κακούργους ἐξαλύξωμεν ποδί. μέν, ὦ τάλαινα: μὴ τρέσῃς ἐμὴν χέρα. ὦ Φοῖβ Ἄπολλον: προσπίτνω σε μὴ θανεῖν. ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν. ἄπελθε, μὴ ψαῦ ὧν σε μὴ ψαύειν χρεών. οὐκ ἔσθ ὅτου θίγοιμ ἂν ἐνδικώτερον. καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς· μείνας ἄκουσον, καὶ τάχ οὐκ ἄλλως ἐρεῖς. ἕστηκα: πάντως δ εἰμὶ σή: κρείσσων γὰρ εἶ. ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους. ὦ φίλτατ, ἆρα ζῶντος ἢ τεθνηκότος· ζῇ: πρῶτα γάρ σοι τἀγάθ ἀγγέλλειν θέλω. εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων. κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν. ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων· οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον. οὔ που σπανίζων τοῦ καθ ἡμέραν βίου· ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ. λόγον δὲ δὴ τίν ἦλθες ἐκ κείνου φέρων· εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις. οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας. λύπαις γε συντετηκός, ὥστε με στένειν. καὶ κρᾶτα πλόκαμόν τ ἐσκυθισμένον ξυρῷ. δάκνει ς ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ. οἴμοι, τί γάρ μοι τῶνδέ γ ἐστὶ φίλτερον· φεῦ φεῦ: τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς· ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος. ἐκ τοῦ δὲ ναίεις ἐνθάδ ἄστεως ἑκάς· ἐγημάμεσθ, ὦ ξεῖνε, θανάσιμον γάμον. ᾤμωξ ἀδελφὸν σόν. Μυκηναίων τίνι· οὐχ ᾧ πατήρ μ ἤλπιζεν ἐκδώσειν ποτέ. εἴφ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω. ἐν τοῖσδ ἐκείνου τηλορὸς ναίω δόμοις. σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων. πένης ἀνὴρ γενναῖος ἔς τ ἔμ εὐσεβής. ἡ δ εὐσέβεια τίς πρόσεστι σῷ πόσει· οὐπώποτ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν. ἅγνευμ ἔχων τι θεῖον ἤ ς ἀπαξιῶν· γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου. καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών· οὐ κύριον τὸν δόντα μ ἡγεῖται, ξένε. ξυνῆκ: Ὀρέστῃ μή ποτ ἐκτείσῃ δίκην. τοῦτ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ. φεῦ: γενναῖον ἄνδρ ἔλεξας, εὖ τε δραστέον. εἰ δή ποθ ἥξει γ ἐς δόμους ὁ νῦν ἀπών. μήτηρ δέ ς ἡ τεκοῦσα ταῦτ ἠνέσχετο· γυναῖκες ἀνδρῶν, ὦ ξέν, οὐ παίδων φίλαι. τίνος δέ ς οὕνεχ ὕβρις Αἴγισθος τάδε· τεκεῖν μ ἐβούλετ ἀσθενῆ, τοιῷδε δούς. ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας· τοιαῦτ ἐβούλευς: ὧν ἐμοὶ δοίη δίκην. οἶδεν δέ ς οὖσαν παρθένον μητρὸς πόσις· οὐκ οἶδε: σιγῇ τοῦθ ὑφαιρούμεσθά νιν. αἵδ οὖν φίλαι σοι τούσδ ἀκούουσιν λόγους· ὥστε στέγειν γε τἀμὰ καὶ ς ἔπη καλῶς. τί δῆτ Ὀρέστης πρὸς τόδ, Ἄργος ἢν μόλῃ· ἤρου τόδ· αἰσχρόν γ εἶπας: οὐ γὰρ νῦν ἀκμή· ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός· τολμῶν ὑπ ἐχθρῶν οἷ ἐτολμήθη πατήρ. ἦ καὶ μετ αὐτοῦ μητέρ ἂν τλαίης κτανεῖν· ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο. λέγω τάδ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ· θάνοιμι μητρὸς αἷμ ἐπισφάξας ἐμῆς. φεῦ: εἴθ ἦν Ὀρέστης πλησίον κλύων τάδε. ἀλλ, ὦ ξέν, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν. νέα γάρ, οὐδὲν θαῦμ, ἀπεζεύχθης νέου. εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων. ἆρ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου· πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων. ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ· ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων. οἴμοι, τόδ οἱο῀ν εἶπας: - αἴσθησις γὰρ οὖν κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς. λέξον δ, ἵν εἰδὼς σῷ κασιγνήτῳ φέρω λόγους ἀτερπεῖς, ἀλλ ἀναγκαίους κλύειν. ἔνεστι δ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ, σοφοῖσι δ ἀνδρῶν: καὶ γὰρ οὐδ ἀζήμιον γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν. κἀγὼ τὸν αὐτὸν τῷδ ἔρον ψυχῆς ἔχω. πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν. λέγοιμ ἄν, εἰ χρή - χρὴ δὲ πρὸς φίλον λέγειν - τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
- ταῦτ ἀπὼν ὑβρίζεται. ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε, ἄγγελλ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά, πρῶτον μὲν οἱοίς ἐν πέπλοις αὐλίζομαι, πίνῳ θ ὅσῳ βέβριθ, ὑπὸ στέγαισί τε οἱαίσι ναίω βασιλικῶν ἐκ δωμάτων, αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους, ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι, αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη, ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη. ἀναίνομαι γυναῖκας οὖσα παρθένος, ἀναίνομαι δὲ Κάστορ, ᾧ πρὶν ἐς θεοὺς ἐλθεῖν ἔμ ἐμνήστευον, οὖσαν ἐγγενῆ. μήτηρ δ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν θρόνῳ κάθηται, πρὸς δ ἕδραισιν Ἀσίδες δμωαὶ στατίζους, ἃς ἔπερς ἐμὸς πατήρ, Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι πόρπαισιν. αἷμα δ ἔτι πατρὸς κατὰ στέγας μέλαν σέσηπεν, ὃς δ ἐκεῖνον ἔκτανεν, ἐς ταὐτὰ βαίνων ἁρ´ματ ἐκφοιτᾷ πατρί, καὶ σκῆπτρ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει μιαιφόνοισι χερσὶ γαυροῦται λαβών. Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος οὔπω χοάς ποτ οὐδὲ κλῶνα μυρσίνης ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων. μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ πέτροις τε λεύει μνῆμα λάινον πατρός, καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν: ποῦ παῖς Ὀρέστης· ἆρά σοι τύμβῳ καλῶς παρὼν ἀμύνει· ἀλλ, ὦ ξέν, ἱκετεύω ς, ἀπάγγειλον τάδε.
πολλοὶ δ ἐπιστέλλουσιν, ἑρμηνεὺς δ ἐγώ, αἱ χεῖρες ἡ γλῶσς ἡ ταλαίπωρός τε φρήν, κάρα τ ἐμὸν ξυρῆκες, ὅ τ ἐκεῖνον τεκών. αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας, ὁ δ ἄνδρ ἕν εἷς ὢν οὐ δυνήσεται κτανεῖν, νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός. καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν, λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον. ἐά:
τίνας τούσδ ἐν πύλαις ὁρῶ ξένους· τίνος δ ἕκατι τάσδ ἐπ ἀγραύλους πύλας προσῆλθον· ἦ μοῦ δεόμενοι· γυναικί τοι αἰσχρὸν μετ ἀνδρῶν ἑστάναι νεανιῶν. ὦ φίλτατ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί: τὸν ὄντα δ εἴσῃ μῦθον: οἵδε γὰρ ξένοι ἥκους Ὀρέστου πρός με κήρυκες λόγων. ἀλλ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις. τί φασίν· ἁνὴρ ἔστι καὶ λεύσσει φάος· ἔστιν λόγῳ γοῦν, φασὶ δ οὐκ ἄπιστ ἐμοί. ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν· ἐν ἐλπίσιν ταῦτ: ἀσθενὴς φεύγων ἀνήρ. ἦλθον δ Ὀρέστου τίν ἀγορεύοντες λόγον· σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν. οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις. ἴσασιν, οὐδὲν τῶνδ ἔχουσιν ἐνδεές. οὐκοῦν πάλαι χρῆν τοῖσδ ἀνεπτύχθαι πύλας· χωρεῖτ ἐς οἴκους: ἀντὶ γὰρ χρηστῶν λόγων ξενίων κυρήσεθ, οἷ ἐμὸς κεύθει δόμος. αἴρεσθ, ὀπαδοί, τῶνδ ἔσω τεύχη δόμων. καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι μολόντες ἀνδρός: καὶ γὰρ εἰ πένης ἔφυν, οὔτοι τό γ ἦθος δυσγενὲς παρέξομαι. πρὸς θεῶν, ὅδ ἁνὴρ ὃς συνεκκλέπτει γάμους τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων·
οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας. φεῦ: οὐκ ἔστ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν: ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν. ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς τὸ μηδὲν ὄντα, χρηστά τ ἐκ κακῶν τέκνα, λιμόν τ ἐν ἀνδρὸς πλουσίου φρονήματι, γνώμην τε μεγάλην ἐν πένητι σώματι. πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ· πλούτῳ· πονηρῷ τἄρα χρήσεται κριτῇ. ἢ τοῖς ἔχουσι μηδέν· ἀλλ ἔχει νόσον πενία, διδάσκει δ ἄνδρα τῇ χρείᾳ κακόν. ἀλλ εἰς ὅπλ ἔλθω· τίς δὲ πρὸς λόγχην βλέπων μάρτυς γένοιτ ἂν ὅστις ἐστὶν ἁγαθός· κράτιστον εἰκῇ ταῦτ ἐᾶν ἀφειμένα. οὗτος γὰρ ἁνὴρ οὔτ ἐν Ἀργείοις μέγας οὔτ αὖ δοκήσει δωμάτων ὠγκωμένος, ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη. οὐ μὴ ἀφρονήσεθ, οἳ κενῶν δοξασμάτων πλήρεις πλανᾶσθε, τῇ δ ὁμιλίᾳ βροτοὺς κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς· οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ καὶ δώμαθ: αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν ἀγάλματ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει: ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ. ἀλλ - ἄξιος γὰρ ὅ τε παρὼν ὅ τ οὐ παρὼν Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ ἥκομεν - δεξώμεθ οἴκων καταλύσεις.
χωρεῖν χρεών, δμῶες, δόμων τῶνδ ἐντός. ὡς ἐμοὶ πένης εἰή πρόθυμος πλουσίου μᾶλλον ξένος. αἰνῶ μὲν οὖν τοῦδ ἀνδρὸς ἐσδοχὰς δόμων, ἐβουλόμην δ ἄν, εἰ κασίγνητός με σὸς ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους. ἴσως δ ἂν ἔλθοι: Λοξίου γὰρ ἔμπεδοι χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ. νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ θερμαινόμεσθα καρδίαν:
ἴσως γὰρ ἂν μόλις προβαίνους ἡ τύχη σταίη καλῶς. ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν τί τούσδ ἐδέξω μείζονας σαυτοῦ ξένους· τί δ· εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς, οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξους ὁμῶς· ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν, ἔλθ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός, ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὁρ´ους τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος: κέλευε δ αὐτὸν τῶνδ ἐμοὐσαφιγμένων ἐλθεῖν, ξένων τ ἐς δαῖτα πορσῦναί τινα. ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς, ζῶντ εἰσακούσας παῖδ ὃν ἐκσῴζει ποτέ. οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα λάβοιμεν ἄν τι: πικρὰ δ ἀγγείλαιμεν ἄν, εἰ ζῶντ Ὀρέστην ἡ τάλαιν αἴσθοιτ ἔτι. ἀλλ, εἰ δοκεῖ σοι, τούσδ ἀπαγγελῶ λόγους γέροντι: χώρει δ ἐς δόμους ὅσον τάχος καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ χρῄζους ἂν εὑρ´οι δαιτὶ προσφορήματα. ἔστιν δὲ δὴ τοσαῦτά γ ἐν δόμοις ἔτι, ὥσθ ἕν γ ἐπ ἦμαρ τούσδε πληρῶσαι βορᾶς. ἐν τοῖς τοιούτοις δ ἡνίκ ἂν γνώμης πέσω, σκοπῶ τὰ χρήμαθ ὡς ἔχει μέγα σθένος, ξένοις τε δοῦναι σῶμά τ ἐς νόσους πεσὸν δαπάναισι σῷσαι: τῆς δ ἐφ ἡμέραν βορᾶς ἐς σμικρὸν ἥκει: πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기