호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆρ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν·? δύναι ἄν, εἰ βούλοιο: τὰς δὲ πρὶν φρένας οὐκ εἶχες ὑγιεῖς, νῦν δ ἔχεις οἱάς σε δεῖ. μοχλοὺς φέρωμεν· ἢ χεροῖν ἀνασπάσω κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα· μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα καὶ Πανὸς ἕδρας ἔνθ ἔχει συρίγματα. καλῶς ἔλεξας: οὐ σθένει νικητέον γυναῖκας: ἐλάταισιν δ ἐμὸν κρύψω δέμας. κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, ἐλθόντα δόλιον μαινάδων κατάσκοπον. καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἑρ´κεσιν. οὐκοῦν ἐπ αὐτὸ τοῦτ ἀποστέλλῃ φύλαξ: λήψῃ δ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος. κόμιζε διὰ μέσης με Θηβαίας χθονός: μόνος γὰρ αὐτῶν εἰμ ἀνὴρ τολμῶν τόδε. μόνος σὺ πόλεως τῆσδ ὑπερκάμνεις, μόνος: τοιγάρ ς ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν. ἕπου δέ: πομπὸς δ εἶμ ἐγὼ σωτήριος, κεῖθεν δ ἀπάξει ς ἄλλος. ἡ τεκοῦσά γε. ἐπίσημον ὄντα πᾶσιν. ἐπὶ τόδ ἔρχομαι. φερόμενος ἥξεις . . . ἁβρότητ ἐμὴν λέγεις. ἐν χερσὶ μητρός. καὶ τρυφᾶν μ ἀναγκάσεις. τρυφάς γε τοιάσδε. ἀξίων μὲν ἅπτομαι. δεινὸς σὺ δεινὸς κἀπὶ δείν ἔρχῃ πάθη, ὥστ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기